Ancient Greek · ~3 min
Book 3, II Tetrasticha a versificatoribus recentioris aetatis conglutinata., lines 3.31b-3.32b
Babrius, Fabulae Aesopeae 3.31b-32b
Not analysed yet
Τράγος θέρει δίψησεν· εὑρὼν δὲ φρέαρ
εὐθύς κατῆλθεν, ἐκδραμεῖν †δεινὸν ἄνω.
φησὶν δʼ ἀλώπηξ ,,†ἂν τρέφεις νοῦν, οὐ γένυν,
οὐκ ἂν κατῆλθες, πρὶν ἰδεῖν τὴν ἄνοδον.
Καί τις ἄμπελος τοῦ ποταμοῦ πλησίον
ἣν δʼ ἐπʼ αὐτῇ φραγμὸς ἐκ παλιούρων.
τοῦ δὲ ποταμοῦ φυσηθέντος μεγάλως,
ἦρε τὸν φραγμὸν καὶ κάτωθεν ἀπῄει.
τῷ δὲ παλιούρῳ δράκων τις συνεπλάκη,
ὃς ἐφέρετο τοῦ ποταμοῦ εἰς μέσον.
καί τις δὲ ἰδὼν μέγα γελάσας εἶπεν
,,ἡ μὲν ναῦς κακή, ἀξία δὲ τοῦ ναύτου. “
Ῥεῦμα ποταμοῦ θριγγὸν ἀμπέλου σύρει
(ἦν παλίουρος) καὶ συνεῖλκεν αὖ ὄφιν.
καί τις ἰδὼν γέλασεν εἰρηκὼς τάδε·
,,κακὴ μὲν ἡ ναῦς, τῶν δὲ ναυτῶν ἀξία. “