Ancient Greek
Book 3, II Tetrasticha a versificatoribus recentioris aetatis conglutinata., lines 3.26-3.31a
Babrius, Fabulae Aesopeae 3.26-31a
Not analysed yet
Ῥάβδῳ κατῆξεν αἰγὸς αἰπόλος κέρας.
ἣν ἐλιπάρει μὴ κατειπεῖν δεσπότῃ.
στραφεῖσα δʼ αὐτὴ πρὸς αὐτὸν τοιαῦτʼ ἔφη·
ἐγὼ σιωπῶ καὶ κράζεται τὸ κέρας. “
Εἰς μάνδρα ποιμὴν τὸ πρόβατον εἰσάγων
λύκον μετʼ αὐτοῦ ἔμελλεν εἰσαγάγοι.
κύων δὲ ἰδὼν πρὸς αὐτὸν οὕτως λέγει·
,,πῶς ἄγων τοῦτον ἔνδοθεν εἰς τὴν μάνδραν
ποίμνια βούλει σοι τοῦ ζωογονεῖσθαι; “
Βοσκήμασιν συνῆγέ τις ποιμὴν λύκον.
κύων δέ φησιν ,,ὦ νομεῦ, χρηστοὺς τρόπους·
εἰ ταῦτα βούλει σῶα τυγχάνειν ὅλως,
πῶς ἐντὸς ἄγεις τὸν λυμαντῆρα λύκον; “
Ἔπη προκύψας τοῦ Λυκόφρονος λύκος
ἄττει πρὸς ὄρνιν ταῦτα τοῦ φράσαι χάριν·
ἣ δʼ αὖ μαθητὴν ὡς ἴδεν κεχηνότα,
τείνει πτεροῖσι πρὸς φυγὴν ἠπειγμένη.
Ὁ τῷ πηλῷ δὲ συζῶν βάτραχος οὕτως
ἀνεβόησε πᾶσι τοῖς ζώοις λέγων·
,,ἰατρός εἰμι φαρμάκων ἐπιστήμων. “
,,καὶ πῶς δέ“ φησὶν ἀλώπηξ ,,ἄλλους σώζεις,
σαυτὸν δὲ χωλὸν ὄντα †μηδαμῶς θεραπεύεις; “
Βάτραχος ηὔχει πᾶσιν ἐν ζώοις †ἔχειν
ἰλῦϊ συζῶν φαρμάκων γνῶσιν ἔχειν
ὡς ἰατρὸς ἄριστος· ἀλώπηξ δʼ ἔφη
,,καὶ πῶς σεαυτὸν οὐκ ἰᾷ τὸν χωλόπουν; “
Πέρδικαν δέ γε κυνηγός τις ἀγρεύσας
ἔμελλεν αὐτὸς ταύτην τοῦ καταθῦσαι.
ἣ δὲ ἐθρήνει ταῦτα βοῶσα οὕτως·
,,ἔμεσόν με ζῆν, κυνηγέτα περδίκων,
ὅπως ἐγὼ πέρδικας πολλὰς προσάξω. “
ὃ δὲ πρὸς αὐτὴν ταῦθʼ οὕτως †ἐβόα·
διὰ γὰρ τοῦτο μᾶλλον ἐγώ σε θύσω,
ὅτι φίλους σοὺς προσενεδρεῦσαι θέλεις. “
Θήρᾳ κυνηγὸς εἶλε πέρδικάν ποτε,
θύειν δʼ ἔμελλεν· ἣ δʼ ,,ἄφες ζώειν“ λέγεν·
φωναῖς ἐμαῖς γὰρ περδίκων πλῆθος λάβῃς. “
,,πᾶσα φίλοις τοία γε τῆς δίκης θάνῃς
Τράγος δὲ πάλιν διψήσας ἐν τῷ θέρει
κάτω κατῆλθεν εἰς φρέαρ πιεῖν ὕδωρ.
ὅπως ἀνελθεῖν ἐκ τοῦ βάθους ὁ τράγος.
ἡ δὲ ἀλώπηξ τοῦτον ἐμβλεψψαμένη
ἐμειδίασε καὶ πρὸς αὐτὸν ἐλάλει
,,ὦ ἀνόητε καὶ βραδὺ τῇ καρδίᾳ,
εἰ εἶχες φρένας ὡς ἐν πώγωνι τρίχας,
οὐκ ἂν κατῄεις, εἰ μὴ ἄνοδον οἶδας. “