Ancient Greek · ~4 min
Fragment 101
Bacchius Geron, Isagoge 101
Not analysed yet
Τῶν οὖν ἁπλῶν ποῖος ἄρχεται; —Πρῶτος ἡγεμών. σύγκειται δὲ ἐκ δύο (p. 25) χρόνων ἐλαχίστων. ἄρχεται δὲ ἀπὸ ἄρσεως καὶ ἔχει ἐν αὐτῇ ἕνα τὸν ἐλάχιστον χρόνον, ὁμοίως καὶ ἐν τῇ θέσει· ὑπόδειγμα δὲ αὐτοῦ λέγομεν λόγος. Δεύτερος δὲ τίς; —Ἴαμβος. σύγκειται δὲ ἐκ βραχέος καὶ μακροῦ χρόνου, ἄρχεται δὲ ἀπὸ ἄρσεως, οἷον θεῶν. Τρίτος δὲ ποῖος; —Χορεῖος· συνέστηκε δὲ ἐκ μακροῦ καὶ βραχέος χρόνου, ἄρχεται δὲ ἀπὸ θέσεως, οἷον πῶλος. Τέταρτος δὲ ἀνάπαιστος ἐκ δύο βραχειῶν ἄρσεων καὶ μακρᾶς θέσεως, οἷον βασιλεύς. Πέμπτος δὲ ρθιος ἐξ ἀλόγου ἄρσεως καὶ μακρᾶς θέσεως, οἷον ὀργή. Ἕκτὸς δὲ σπονδεῖος ἐκ μακρᾶς ἄρσεως καὶ θέσεως μακρᾶς, οἷον σπένδω. Ἕβδομος παιὰν, σύνθετος ἐκ χορείου καὶ ἡγεμόνος, οἷον εὐπλόκαμε. Ὄγδοος δὲ βακχεῖος ἀφʼ ἡγεμόνος καὶ σπονδείου, οἷον θεοδώρῳ. Ἔνατος δὲ δόχμιος ἐξ ἰάμβου καὶ ἀναπαίστου καὶ παιᾶνος τοῦ κατὰ βάσιν, οἷον ἔμενεν ἐκ Τροίας χρόνον. Δέκατος δὲ ἐνόπλιος ἐξ ἰάμβου καὶ ἡγεμόνος καὶ χορείου καὶ ἰάμβου, οἷον ὁ τὸν πίτυος στέφανον.