Ancient Greek
Fragment 45
Bacchius Geron, Isagoge 45
Not analysed yet
Πάθη δὲ τῆς μελῳδίας πόσα λέγομεν εἶναι; —δ. —Τίνα ταῦτα; —Ἄνεσιν, ἐπίτασιν, μονὴν, στάσιν. Ἄνεσις τί ἐστι; (p. 12) —Κίνησις μελῶν ἀπὸ τοῦ ὀξυτέρου φθόγγου ἐπὶ τὸ βαρύτερον. Κπίτασις δὲ τί ἐστιν; —Ἐπίτασίς ἐστι κίνησις μελῶν ἀπὸ τοῦ βαρυτέρου φθόγγου ἐπὶ τὸ ὀξύτερον. Μονὴ δὲ τί ἐστιν; —Ὅταν ἐπὶ τοῦ αὐτοῦ φοθόγγου πλείονες λέξεις μελῳδῶνται. Στάσις δὲ τί ἐστι; —Στάσις ἐστὶν ὕπαρξις ἐμμελοῦς φθόγγου.