Ancient Greek · ~1 min
Fragment 95
Bacchius Geron, Isagoge 95
Not analysed yet
Βραχὺς ποῖός ἐστιν; —Ὁ ἐλάχιστος καὶ εἰς μερισμοὺς μὴ πίπτων. Μακρὸς δὲ ποῖος; —Ὁ τούτου διπλάσιος. Ἄλογος δὲ ποῖος; —Ὁ τοῦ μὲν βραχέος μακρότερος, τοῦ δὲ μακροῦ ἐλάσσων ὑπάρχων. Ὁπόσῳ δέ ἐστιν ἐλάσσων ἢ μείζων διὰ τὸ λόγῳ εἶναι δυσαπόδοτον, ἐξ αὐτοῦ τοῦ συμβεβηκότος ἄλογος ἐκλήθη.