Ancient Greek · ~1 min
Fragment 98
Bacchius Geron, Isagoge 98
Not analysed yet
Ἄρσιν ποίαν λέγομεν εἶναι; —Ὅταν μετέωρος ῇ ὁ ποὺς, ἡνίκα ἄν μέλλωμεν ἐμβαίνειν. Θέσιν δὲ ποίαν; —Ὅταν κείμενος. Τὸν δὲ ἀνἀ μέσον τῆς ἄρσεως καὶ τῆς θέσεως χρόνον οὐκ ἄξιον ἐπιζητεῖν ὡς ὄντα τινὰ τῶν κατὰ μέρος· διὰ γὰρ τὴν βραχύτητα λανθάνει καὶ τὴν ὄψιν καὶ τὴν ἀκοήν.