Ancient Greek
Fragment 1
Bacchylides, Paeanes (fragmenta) 1
Not analysed yet
[ΑΠΟΛΛΩΝΙ ΠΥΘΑΙΕΙ ΕΙΣ ΑΣΙΝΗΝ]
(desunt stropha et antistropha: cola uiginti)
στᾶ δ' ἐπὶ λάϊνον οὐδόν,
τοὶ δὲ θοίνας ἔντυον, ὧδέ τ' ἔφα·
»Αὐτόματοι δ' ἀγαθῶν ἐς
δαῖτας εὐόχθους ἐπέρχονται δίκαιοι
φῶτες.» <–––⏑––>
(desunt epodi cola quinque et strophae cola octo)
[–⏑⏑–⏑]τ̣α Πυθω[–⏑––]
[–⏑––]ε̣ι̣ τ̣ελευ̣τ̣[–]
[––]κέλευσεν Φοῖβος [Ἀλ-]
[κμήνας] πολεμαίνετον υ̣[ἱ-]
[ὸν –⏑]ἐκ ναοῦ τε καὶ παρ[–⏑–.]
[Ἀλλ' ὅ γε τᾷ]δ' ἐνὶ χώρᾳ
[–⏑–––]χισεν ταν φυλλο. [–]
[–⏑–στ]ρ̣έψας ἐλαίας
[–⏑⏑–]φ' Ἀσινεῖς [–]
[–]λε. .' · ἐν δὲ χρόν[ῳ]
[–⏑]ες ἐξ Ἁλικῶν τε. [–⏑––]
[μάντι]ς ἐξ Ἄργευς Μελάμ[πους]
[ἦλ]θ' Ἀμυθαονίδας [βω-]
μόν τε Πυθα<ι>εῖ κτίσε[–⏑⏑–]
[καὶ] τέμενος ζάθεον [κεί-]
[ν]ας ἀπὸ ῥίζας. Τὸ δὲ χρ[––⏑––]
[ἐξό]χως τίμασ' Ἀπόλλων
[ἄλσο]ς, ἵν' ἀγλαΐαι [τ' ἀν-]
[θ]εῦς[ι] καὶ μολπαὶ λίγ[ειαι]
[]ονε̣ς, ὦ ἄνα, τ. . []
[]τι, σ̣ὺ δ' ὀλ[β]
[]. α̣ιοισιν[ ]
⌞τίκτει δέ τε⌟ θνατ⌞οῖσιν εἰ-⌟
⌞ρήνα μεγαλ⌟άνορα ⌞πλοῦ-⌟
⌞τον καὶ μελιγλώ⌟σσων ἀ⌞οιδᾶν ἄνθεα⌟
⌞δαιδαλέων τ'⌟ ἐπὶ βω⌞μῶν⌟
⌞θεοῖσιν αἴθε⌟σθαι βο⌞ῶν ξανθᾷ φλογί⌟
[⌞μηρί' εὐ⌟μάλ]λων τε ⌞μήλων⌟
⌞γυμνασίω⌟ν τε νέοι⌞ς αὐ-⌟
⌞λῶν τε καὶ⌟ κώμω⌞ν μέλειν. ⌟
⌞Ἐν δὲ σιδαρο⌟δέτοις ⌞πόρπαξιν αἰθᾶν⌟
⌞ἀραχνᾶν ἱστ⌟οὶ πέλ⌞ονται,⌟
ἔγχεα τε λογχωτὰ ξίφεα
τ' ἀμφάκεα δάμναται εὐ-
ρώς. <–⏑–––⏑–––⏑–
–⏑⏑–⏑⏑––>
χαλκεᾶν δ' οὐκ ἔστι σαλπίγγων κτύπος,
οὐδὲ συλᾶται μελίφρων
ὕπνος ἀπὸ βλεφάρων ἀ-
ῷος ὃς θάλπει κέαρ.
Συμποσίων δ' ἐρατῶν βρίθοντ' ἀγυιαί,
παιδικοί θ' ὕμνοι φλέγονται.
(deest epodus: cola decem)