Ancient Greek · ~1 min
Fragment 1a
Bacchylides, Prosodia (fragmenta) 1a
Not analysed yet
Εἷς ὅρος, μία βροτοῖσίν ἐστιν εὐτυχίας ὁδός,
θυμὸν εἴ τις ἔχων ἀπενθῆ δύναται
διατελεῖν βίον· ὃς δὲ μυ-
ρία μὲν ἀμφιπολεῖ φρενί,
τὸ δὲ παρ' ἆμάρ τε <καὶ> νύκτα μελλόντων
χάριν αἰὲν ἰάπτεται
κέαρ, ἄκαρπον ἔχει πόνον