Ancient Greek · ~7 min
Ode 11 Ἀλεχιδάμῳ Μεταποντινῷ Παιδί ΠαλαιστῇΠύθια, lines Ode 11 Ἀλεχιδάμῳ Μεταποντινῷ Παιδί ΠαλαιστῇΠύθια.1-Ode 11 Ἀλεχιδάμῳ Μεταποντινῷ Παιδί ΠαλαιστῇΠύθια.72
Bacchylides, Ἐπίνικοι Ode 11 Ἀλεχιδάμῳ Μεταποντινῷ Παιδί ΠαλαιστῇΠύθια.1-72
Not analysed yet
Νίκα [γλυκύδωρε, μεγίσταν
σοὶ πατ[ὴρ ὤπασσε τιμὰν
ὑψίζυγ[ος Οὐρανιδᾶν
ἐν πολυχρύσῳ δʼ Ὀλύμπῳ
Ζηνὶ παρισταμένα
κρίνεις τέλος ἀθανάτοι-
σίν τε καὶ θνατοῖς ἀρετᾶς.
ἔλλαθι, [βαθυ]πλοκάμου
κούρα [Στυγὸς ὀρ]θοδίκου· σέθεν δʼ ἕκατι
καὶ νῦν Μεταπόντιον εὐ-
γυίων [κατέχ]ουσι νέων
κῶμοί τε καὶ εὐφροσύναι θ εό τιμον ἄστυ·
ὑμνεῦσι δὲ Πυθιόνικον
παῖδα θαητὸν Φαΐσκου.
ἵλ εῳ νιν ὁ Δαλογενὴς υἱ-
ὸς βαθυζώνοιο Λατοῦς
δέκτο βλεφάρῳ· πολέες
δʼ ἀμφʼ Ἀλεξίδαμον ἀνθ έω ν
ἐν πεδίῳ στέφανοι
Κίρρας ἔπεσον κρατερᾶς
ἦρα παννίκοιο πάλας·
οὐκ εἶδέ νιν ἀέλιος
κείνῳ γε σὺν ἄματι πρὸς γαίᾳ πεσόντα.
φάσω δὲ καὶ ἐν ζαθέοις
ἁγνοῦ Πέλοπος δαπέδοις
Ἀλφ εὸ ν παρὰ καλλιρόαν, δίκας κέλευθον
εἰ μή τις ἀπέτραπεν ὀρθᾶς,
παγξένῳ χαίταν ἐλαίᾳ
γλαυκᾷ στεφανωσάμενον
πορτιτρόφ[ον ἂν πεδίον πάτ]ραν θʼ ἱκέσθαι.
[οὔ τι δόλος κακόφρων]
παῖδʼ ἐν χθονὶ καλλιχόρῳ
ποικίλαις τέχναις πέλασσεν·
ἀλλʼ ἢ θεὸς αἴτιος, ἢ
γνῶμαι πολύπλαγκτοι βροτῶν
ἄ]μερσαν ὑπέρτατον ἐκ χειρῶν γέρας.
νῦν δʼ Ἄρτεμις ἀγροτέρα
χρυσαλάκατος λιπαρὰν
ἡμέ]ρα τοξόκλυτος νίκαν ἔδωκε.
τᾷ ποτʼ Ἀβαντιάδας
βωμὸν κατένασσε πολύλ-
λιστον εὔπεπλοί τε κοῦραι·
τὰς ἐξ ἐρατῶν ἐφόβησεν
παγκρατὴς Ἥρα μελάθρων
Προίτου, παραπλῆγι φρένας
καρτερᾷ ζεύξασʼ ἀνάγκᾳ·
παρθενίᾳ γὰρ ἔτι
ψυχᾷ κίον ἐς τέμενος
πορφυροζώνοιο θεᾶς·
φάσκον δὲ πολὺ σφέτερον
πλούτῳ προφέρειν πατέρα ξανθᾶς παρέδρου
σεμνοῦ Διὸς εὐρυβία.
ταῖσιν δὲ χολωσαμένα
στήθεσσι παλίντροπον ἔμβαλεν νόημα·
φεῦγον δʼ ὄρος ἐς τανίφυλλον,
σμερδαλ έα ν φωνὰν ἱεῖσαι,
Τιρύνθιον ἄστυ λιποῦσαι
καὶ θεοδμάτους ἀγυιάς,
ἤδη γὰρ ἔτος δέκατον
θ εο φιλὲς λιπόντες Ἄργος
ναῖον ἀδεισιβόαι
χαλκάσπιδες ἡμίθεοι
σὺν πολυζήλῳ βασιλεῖ.
νεῖκος γὰρ ἀμαιμάκετον
βληχρᾶς ἀνέπαλτο κασιγνητοῖς ἀπʼ ἀρχᾶς
Προίτῳ τε καὶ Ἀκρισίῳ·
λαούς τε διχοστασίαις
ἤρειπον ἀμετροδίκοις μάχαις τε λυγραῖς.
λίσσοντο δὲ παῖδας Ἄβαντος
γᾶν πολύκριθον λαχόντας
Τίρυνθα τὸν ὁπλότερον
κτίζειν, πρὶν ἐς ἀργαλέαν πεσεῖν ἀνάγκαν·