Ancient Greek · ~5 min
Ode 11 Ἀλεχιδάμῳ Μεταποντινῷ Παιδί ΠαλαιστῇΠύθια, lines Ode 11 Ἀλεχιδάμῳ Μεταποντινῷ Παιδί ΠαλαιστῇΠύθια.73-Ode 11 Ἀλεχιδάμῳ Μεταποντινῷ Παιδί ΠαλαιστῇΠύθια.126
Bacchylides, Ἐπίνικοι Ode 11 Ἀλεχιδάμῳ Μεταποντινῷ Παιδί ΠαλαιστῇΠύθια.73-126
Not analysed yet
Ζεύς τʼ ἔθελεν Κρονίδας,
τιμῶν Δαναοῦ γενεὰν
καὶ διωξίπποιο Λυγκ έο ς,
παῦσαι στυγερῶν ἀχέων.
τεῖχος δὲ Κύκλωπες κάμον
ἐλθόντες ὑπερφίαλοι κλεινᾷ πόλει
κάλλιστον, ἵνʼ ἀντίθεοι
ναῖον κλυτὸν ἱππόβοτον
Ἄργος ἥρωες περικλειτοὶ λιπόντες.
ἔνθεν ἀπεσσύμεναι
Προίτου κυανοπλόκαμοι
φεῦγον ἄδματοι θύγατρες,
τὸν δʼ εἷλεν ἄχος κραδίαν, ξεί-
να τέ νιν πλᾶξεν μέριμνα·
δοίαξε δὲ φάσγανον ἄμ-
φακες ἐν στέρνοισι πᾶξαι.
ἀλλά νιν αἰχμοφόροι
μύθοισί τε μειλιχίοις
καὶ βίᾳ χειρῶν κάτεχον.
τρισκαίδεκα μὲν τελέους
μῆνας κατὰ δάσκιον ἠλύκταζον ὕλαν
φεῦγόν τε κατʼ Ἀρκαδίαν
μηλοτρόφον· ἀλλʼ ὅτε δὴ
Λοῦσον ποτὶ καλλιρόαν πατὴρ ἵκανεν,
ἔνθεν χρόα νιψάμενος φοι-
νικο[κραδέμνοι]ο Λατοῦς
κίκλ[ῃσκε θύγατρα] βοῶπιν,
χεῖρας ἀντείνων πρὸς αὐγὰς
ἱππώκεος ἀελίου,
τέκνα δυστάνοιο λύσσας
πάρφρονος ἐξαγαγεῖν·
θύσω δέ τοι εἴκοσι βοῦς
ἄζυγας φοινικότριχας.
τοῦ δʼ ἔκλυʼ ἀριστοπάτρα
θηροσκόπος εὐχομένου· πιθοῦσα δʼ Ἥραν
παῦσεν καλυκοστεφάνους
κούρας μανιᾶν ἀθέων·
ταὶ δʼ αὐτίκα ϝοι τέμενος βωμόν τε τεῦχον,
χραῖνόν τέ μιν αἵματι μήλων
καὶ χοροὺς ἵσταν γυναικῶν.
ἔνθεν καὶ ἀρηϊφίλοις
ἄνδρεσσιν ἐς ἱπποτρόφον πόλιν τʼ Ἀχαιοῖς
ἕσπεο, σὺν δὲ τύχᾳ
ναίεις Μεταπόντιον, ὦ
χρυσέα δέσποινα λαῶν·
ἄλσος τέ τοι ἱμερόεν
Κάσαν παρʼ εὔυδρον πρὸ να-
οῖʼ ἑσσαμένων, Πριάμοιʼ ἐπεὶ χρόνῳ
βουλαῖσι θεῶν μακάρων
πέρσαν πόλιν εὐκτιμέναν
χαλκοθωράκων μετʼ Ἀτρειδᾶν. δικαίας
ὅστις ἔχει φρένας, εὑ-
ρήσει σὺν ἅπαντι χρόνῳ
μυρίας ἀλκὰς Ἀχαιῶν.