Ancient Greek · ~2 min
Ode 13 Πυθέᾳ Αιγινήτῃ Παγκρατιαστῇ Νέμεα, lines Ode 13 Πυθέᾳ Αιγινήτῃ Παγκρατιαστῇ Νέμεα.199-Ode 13 Πυθέᾳ Αιγινήτῃ Παγκρατιαστῇ Νέμεα.231
Bacchylides, Ἐπίνικοι Ode 13 Πυθέᾳ Αιγινήτῃ Παγκρατιαστῇ Νέμεα.199-231
Not analysed yet
εἰ μή τινα θερσιεπὴς
φθόνος βιᾶται,
αἰνείτω σοφὸν ἄνδρα
σὺν δίκᾳ. βροτῶν δὲ μῶμος
πάντεσσι μέν ἐστιν ἐπʼ ἔργοις·
ἁ δʼ ἀλαθεία φιλεῖ
νικᾶν, ὅ τε πανδαμάτωρ
χρόνος τὸ καλῶς
ἐ]ργμένον αἰὲν ἀ[έξει·
δυσμενέων δὲ μα[ταία
γλῶσσʼ ἀϊδ]ὴς μιν[ύθει
ἐλπίδι θυμὸν ἰαίνει·
τᾷ καὶ ἐγὼ πίσυνο[ς
φοινικοκραδέμνοισ[ι Μούσαις
ὕμνων τινὰ τάνδε ν[εόπλοκον δόσιν
φαίνω, ξενίαν τε [φιλά-
γλαον γεραίρω,
τὰν ἐμοὶ Λάμπων [παρέχων χάριν οὐ
βληχρὰν ἐπαθρήσαις τ[ίει,
τὰν εἴ γʼ ἐτύμως ἄρα Κλειὼ
πανθαλὴς ἐμαῖς ἐνέσταξ[εν φρασίν,
τερψιεπεῖς νιν ἀοιδαὶ
παντὶ καρύξοντι λαῷ.