Ancient Greek · ~7 min
Ode 13 Πυθέᾳ Αιγινήτῃ Παγκρατιαστῇ Νέμεα, lines Ode 13 Πυθέᾳ Αιγινήτῃ Παγκρατιαστῇ Νέμεα.114-Ode 13 Πυθέᾳ Αιγινήτῃ Παγκρατιαστῇ Νέμεα.198
Bacchylides, Ἐπίνικοι Ode 13 Πυθέᾳ Αιγινήτῃ Παγκρατιαστῇ Νέμεα.114-198
Not analysed yet
οἳ πρὶν μὲν [πολύπυργο]ν
Ἰλίου θαητὸν ἄστυ
οὐ λεῖπον, ἀτυζόμενοι [δὲ
πτ]ᾶσσον ὀξεῖαν μάχαν,
εὖτʼ ἐν πεδίῳ κλονέων
μαίνοιτʼ Ἀχιλλεύς,
λαοφόνον δόρυ σείων·
ἀλλʼ ὅτε δὴ πολέμοιο
λῆξεν ἰοστεφάνου
Νηρῇδος ἀτρόμητος υἱός·
ὥστʼ ἐν κυανανθέϊ Θ[ρᾳκὶ ναυβάτας
πόντῳ βορέας ὑπὸ κύ-
μασιν δαΐζει
νυκτὸς ἀντάσας, ἀνατ[ελλομένᾳ
λῆξεν δὲ σὺν φ αε σιμβρότῳ
ἀοῖ, στόρεσεν δέ τε πόντον
οὐρία· νότου δὲ κόλπ[ωσαν πνοᾷ
ἱστίον, ἁρπαλέως τʼ ἄ-
ελπτον ἐξίκοντο χέρσον·
ὣς Τρῶες, ἐπεὶ κλύον αἰ-
χματὰν Ἀχιλλ έα
μίμνοντʼ ἐν κλισίῃσιν
εἵνεκεν ξανθᾶς γυναικός,
Βρισηΐδος ἱμερογυίου,
θ εο ῖσιν ἄντειναν χέρας,
φοιβὰν ἐσιδόντες ὑπαὶ
χειμῶνος αἴγλαν·
πασσυδίᾳ δὲ λιπόντες
τείχεα Λαομέδοντος
ἐς πεδίον κρατερὰν
ἄϊξαν ὑσμίναν φέροντες·
ὦρσάν τε φόβον Δαναοῖς·
ὤτρυνε δʼ Ἄρης
εὐεγχής, Λυκίων τε
Λοξίας ἄναξ Ἀπόλλων·
ἷξόν τʼ ἐπὶ θῖνα θαλάσσας·
ναυσὶ δʼ εὐπύμνοις παραὶ
μάρναντʼ, ἐναριζομένων
δʼ ἔρ]ευθε φώτων
αἵμα]τι γαῖα μέλαινα
Ἑκτορ]έας ὑπὸ χειρός,
πῆμα μ]έγʼ ἡμιθέοις
. . . . .] ἰσοθ έω ν διʼ ὁρμάν.
. . . . .] ρονες, ἦ μεγάλαισιν ἐλπίσιν
. . . .] οντες ὑπερφίαλον
[ׯ˘¯¯]
. . . .] ς ἱππευταὶ κυανώπιδας ἐκ-
¯¯˘¯¯¯]νέας
¯¯˘˘εἰλα]πίνας τʼ ἐν
ἁμέ]ρ[α]ις ἕξειν θεόδματον πόλιν.
μέλλον ἄρα πρότερον δι-
νᾶντα φοινίξειν Σκάμανδρον,
θνᾴσκοντες ὑπʼ Αἰακίδαις
ἐρειψ[ιτ]ο̣ί ̣[χοις·
τῶν εἰ καὶ τ[˘˘¯¯
ἢ βαθυξύλω[ι˘¯¯
οὐ γὰρ ἀλα[μπέσ]ι νυ[κτὸς
πασιφανὴς Ἀρετὰ
κρυφθεῖσʼ ἀμαυρο[ῦται δνόφοισιν,
ἀλλʼ ἔμπεδον ἀκ[αμάτᾳ
βρύουσα δόξᾳ
στρωφᾶται κατὰ γᾶν [τε
καὶ πολυπλάγκταν θ[άλασσαν.
καὶ μὰν φερεκυδέα ν[ᾶσον
Αἰακοῦ τιμᾷ, σὺν Εὐ-
κλείᾳ δὲ φιλοστεφ[άνῳ
πόλιν κυβερνᾷ,
Εὐνομία τε σαόφρων,
ἃ θαλίας τε λέλογχεν
ἄστεά τʼ εὐσεβέων
ἀνδρῶν ἐν εἰρήνᾳ φυλάσσει·
νίκαν τʼ ἐρικυδέα μέλπετʼ, ὦ νέοι,
Πυθ έα ,μελέταν τε βροτω-
φελ έα Μενάνδρου,
τὰν ἐπʼ Ἀλφειοῦ τε ῥοαῖς θαμὰ δὴ
τίμασεν ἁ χρυσάρματος
σεμνὰ μεγάθυμος Ἀθάνα,
μυρίων τʼ ἤδη μίτραισιν ἀνέρων
ἐστεφάνωσεν ἐθείρας
ἐν πανελλάνων ἀέθλοις.