Ancient Greek · ~4 min
Ode 3 Ἱέρωνι Συρακοσίῳ Ἵπποις Ὀλύμπια., lines Ode 3 Ἱέρωνι Συρακοσίῳ Ἵπποις Ὀλύμπια..62-Ode 3 Ἱέρωνι Συρακοσίῳ Ἵπποις Ὀλύμπια..98
Bacchylides, Ἐπίνικοι Ode 3 Ἱέρωνι Συρακοσίῳ Ἵπποις Ὀλύμπια..62-98
Not analysed yet
ἐς ἀγαθέαν ἀνέπεμψε Πυθώ.
ὅσοι γε μὲν Ἑλλάδʼ ἔχουσιν, οὔτι[ς,
ὦ μεγαίνητε Ἱέρων, θελήσει
φάμ]εν σέο πλείονα χρυσὸν
Λοξί]ᾳ πέμψαι βροτῶν.
εὖ λέγ]ειν πάρεστιν, ὅσ-
τις μὴ φθόνῳ πιαίνεται,
θεοφι]λῆ φίλιππον ἄνδρʼ ἀρήϊον,
τεθμ]ίου σκᾶπτρον Διὸς
ἰοπλό]κων τε μέρο[ς ἔχοντ]α Μουσᾶν·
ὡς δʼ ἐν] Μαλέᾳ ποτέ, [χεῖμα δαί]μων
ἐπʼ ἔθ]νος ἐφάμερον α[ἶψʼ ἵησι.
καίρι]α σκοπεῖς· βραχ[ὺς ἄμμιν αἰών·
δολό]εσσα δʼ ἐλπὶς ὑπ[ὸ κέαρ δέδυκεν
ἐφαμ]ερίων· ὁ δʼ ἄναξ [Ἀπόλλων
ὁ βουκό]λος εἶπε Φέρη[τος υἷι·
θνατὸν εὖντα χρὴ διδύμους ἀέξειν
γνώμας, ὅτι τʼ αὔριον ὄψ εα ι
μοῦνον ἁλίου φάος,
χὥτι πεντήκοντʼ ἔτ εα
ζωὰν βαθύπλουτον τελεῖς.
ὅσια δρῶν εὔφραινε θυμόν· τοῦτο γὰρ
κερδέων ὑπέρτατον.
φρον έο ντι συνετὰ γαρύω· βαθὺς μὲν
αἰθὴρ ἀμίαντος· ὕδωρ δὲ πόντου
οὐ σάπεται· εὐφροσύνα δʼ ὁ χρυσός·
ἀνδρὶ δʼ οὐ θέμις, πολιὸν π[αρ]έντα
γῆρας, θάλειαν αὖτις ἀγκομίσσαι
ἥβαν. ἀρετᾶ[ς γε μ]ὲν οὐ μινύθει
βροτῶν ἅμα σ[ώμα]τι φέγγος, ἀλλὰ
Μοῦσά νιν τρ[έφει]. Ἱέρων, σὺ δʼ ὄλβου
κάλλιστʼ ἐπεδ[είξ]αο θνατοῖς
ἄνθεα· πράξα[ντι] δʼ εὖ
οὐ φέρει κόσμον σιω-
πά· σὺν δʼ ἀλαθείᾳ καλῶν
καὶ μελιγλώσσου τις ὑμνήσει χάριν
Κηΐας ἀηδόνος.