Ancient Greek · ~6 min
Ode 3 Ἱέρωνι Συρακοσίῳ Ἵπποις Ὀλύμπια., lines Ode 3 Ἱέρωνι Συρακοσίῳ Ἵπποις Ὀλύμπια..1-Ode 3 Ἱέρωνι Συρακοσίῳ Ἵπποις Ὀλύμπια..61
Bacchylides, Ἐπίνικοι Ode 3 Ἱέρωνι Συρακοσίῳ Ἵπποις Ὀλύμπια..1-61
Not analysed yet
ἀριστοκάρπου Σικελίας κρέουσαν
Δάματρα ϝιοστέφανόν τε κούραν
ὕμνει, γλυκύδωρε Κλειοῖ, θοάς τʼ Ὀ-
λυμπιοδρόμους Ἱέρωνος ἵππους.
σεύον]το γὰρ σὺν ὑπερόχῳ τε Νίκᾳ
σὺν Ἀγ]λαΐᾳ τε παρʼ εὐρυδίναν
Ἀλφ εό ν, τόθι Δ]εινομέν εο ς ἔθηκαν
ὄλβιον [γόνον στεφάνω]ν κυρῆσαι.
θρόησε δὲ λ[αὸς ἀπείρων·
ἆ τρισευδαίμ[ων ἀνήρ,
ὃ παρὰ Ζηνὸς λαχὼν
πλείσταρχον Ἑλλάνων γέρας
οἶδε πυργωθέντα πλοῦτον μὴ μελαμ-
φαρέϊ κρύπτειν σκότῳ.
βρύει μὲν ἱερὰ βουθύτοις ἑορταῖς,
βρύουσι φιλοξενίας ἀγυιαί·
λάμπει δʼ ὑπὸ μαρμαρυγαῖς ὁ χρυσὸς
ὑψιδαιδάλτων τριπόδων σταθέντων
πάροιθε ναοῦ, τόθι μέγιστον ἄλσος
Φοίβου παρὰ Κασταλίας ῥεέθροις
Δελφοὶ διέπουσι. θεόν, θεόν τις
ἀγλαϊζέτ ω, ὁ γὰρ ἄριστος ὄλβων.
ἐπεί ποτε καὶ δαμασίππου
Λυδίας ἀρχαγέταν,
εὖτε τὰν πεπ[ρωμέναν
Ζηνὸς τελε[ιοῦσαι κρίσιν
Σάρδιες Περσᾶ[ν ἐπορθεῦντο στρ]ατῷ,
Κροῖσον ὁ χρυσά[ορος
φύλαξʼ Ἀπόλλων. [ὁ δʼ ἐς ἄ]ελπτον ἆμαρ
μολὼν πολυδ[άκρυον] οὐκ ἔμελλε
μίμνειν ἔτι δ[ουλοσύ]ναν· πυρὰν δὲ
χαλκοτειχέος π[ροπάροι]θεν αὐ[λᾶς
ναήσατʼ, ἔνθα σὺ[ν ἀλόχῳ] τε κεδνᾷ
σὺν εὐπλοκάμοις τʼ ἐπέβαινʼ ἄλα[στον
θυγατράσι δυρομέναις· χέρας δʼ ἐς
αἰπὺν αἰθέρα σφετέρας ἀείρας
γέγω]νεν· ὑπέρβιε δαῖμον,
ποῦ θεῶν ἐστιν χάρις;
ποῦ δὲ Λατοίδας ἄναξ;
πίτνουσ]ιν Ἀλυάττα δόμοι,
¯˘¯×¯˘¯×]μυρίων
¯˘¯×¯˘¯]ν;
ׯ˘˘×˘˘˘¯˘]ν ἄστυ,
φοινίσσεται αἵματι χρυσο]δίνας
Πακτωλός· ἀεικελίως γυναῖκες
ἐξ ἐϋκτίτων μεγάρων ἄγονται·
τὰ πρόσθε δʼ ἐχθρὰ φίλα· θανεῖν γλύκιστον.
τόσʼ εἶπε, καὶ ἁβροβάταν κέλευσεν
ἅπτειν ξύλινον δόμον. ἔ[κλαγ]ον δὲ
παρθένοι, φίλας τʼ ἀνὰ ματρὶ χεῖρας
ἔβαλλον· ὁ γὰρ προφανὴς θνα-
τοῖσιν ἔχθιστος φόνων·
ἀλλʼ ἐπεὶ δεινοῦ πυρὸς
λαμπρὸν διάϊ[σσεν μέ]νος,
Ζεὺς ἐπιστάσα[ς μελαγκευ]θὲς νέφος
σβέννυεν ξανθὰ[ν φλόγα.
ἄπιστον οὐδέν, ὅ τι θ[εῶν μέ]ριμνα
τεύχει· τότε Δαλογενὴς Ἀπόλλων
φέρων ἐς Ὑπερβορέους γέροντα
σὺν τανισφύροις κατένασσε κούραις
δι’ εὐσέβειαν, ὅτι μέγιστα θνατῶν.