Ancient Greek · ~7 min
Ode 5 Τῷ Αὐτῷ Κέλητι Ολύμπια., lines Ode 5 Τῷ Αὐτῷ Κέλητι Ολύμπια..1-Ode 5 Τῷ Αὐτῷ Κέλητι Ολύμπια..78
Bacchylides, Ἐπίνικοι Ode 5 Τῷ Αὐτῷ Κέλητι Ολύμπια..1-78
Not analysed yet
εὔμοιρε Συρακοσίων
ἱπποδινήτων στραταγέ,
γνώσει μὲν ἰοστεφάνων
Μοισᾶν γλυκύδωρον ἄγαλμα, τῶν γε νῦν
αἴ τις ἐπιχθονίων,
ὀρθῶς· φρένα δʼ εὐθύδικον
ἀτρέμʼ ἀμπαύσας μεριμνᾶν
δεῦρʼ ἐπάθρησον νόῳ,
ᾗ σὺν Χαρίτεσσι βαθυζώνοις ὑφάνας
ὕμνον ἀπὸ ζαθέας
νάσου ξένος ὑμετέραν πέμ-
πει κλεεννὰν ἐς πόλιν,
χρυσάμπυκος Οὐρανίας κλει-
νὸς θεράπων· ἐθέλει δὲ
γᾶρυν ἐκ στηθ έω ν χέων
αἰνεῖν Ἱέρωνα. βαθὺν
δʼ αἰθέρα ξουθαῖσι τάμνων
ὑψοῦ πτερύγεσσι ταχεί-
αις αἰετὸς εὐρυάνακτος ἄγγελος
Ζηνὸς ἐρισφαράγου
θαρσεῖ κρατερᾷ πίσυνος
ἰσχύϊ, πτάσσοντι δʼ ὄρνι-
χες λιγύφθογγοι φόβῳ·
οὔ νιν κορυφαὶ μεγάλας ἴσχουσι γαίας,
οὐδʼ ἁλὸς ἀκαμάτας
δυσπαίπαλα κύματα· νωμᾶ-
ται δʼ ἐν ἀτρύτῳ χάει
λεπτότριχα σὺν ζεφύρου πνοι-
αῖσιν ἔθειραν ἀρίγνω-
τος μετʼ ἀνθρώποις ἰδεῖν·
τὼς νῦν καὶ ἐμοὶ μυρία πάντᾳ κέλευθος
ὑμετέραν ἀρετὰν
ὑμνεῖν, κυανοπλοκάμου θʼ ἕκατι Νίκας
χαλκεοστέρνου τʼ Ἄρηος,
Δεινομένευς ἀγέρω-
χοι παῖδες· εὖ ἔρδων δὲ μὴ κάμοι θεός.
ξανθότριχα μὲν Φερένικον
Ἀλφεὸν παρʼ εὐρυδίναν
πῶλον ἀελλοδρόμαν
εἶδε νικάσαντα χρυσόπαχυς Ἀώς,
Πυθῶνί τʼ ἐν ἀγαθέᾳ·
γᾷ δʼ ἐπισκήπτων πιφαύσκω·
οὔπω νιν ὑπὸ προτέρων
ἵππων ἐν ἀγῶνι κατέχρανεν κόνις
πρὸς τέλος ὀρνύμενον·
ῥιπᾷ γὰρ ἴσος βορέα
ὃν κυβερνήταν φυλάσσων
ἵεται νεόκροτον
νίκαν Ἱέρωνι φιλοξείνῳ τιτύσκων.
ὄλβιος ᾧτινι θ εὸ ς
μοῖράν τε καλῶν ἔπορεν
σύν τʼ ἐπιζήλῳ τύχᾳ
ἀφν εὸ ν βιοτὰν διάγειν· οὐ
γάρ τις ἐπιχθονίων
πάντα γʼ εὐδαίμων ἔφυ.
καὶ μάν π]οτʼ ἐρειψιπύλαν
παῖδʼ ἀνίκ]ατον λέγουσιν
δῦναι Διὸς] ἀργικεραύ-
νου δώματα Φερσεφόνας τανισφύρου,
καρχαρόδοντα κύνʼ ἄ-
ξοντʼ ἐς φάος ἐξ Ἀΐδα,
υἱὸν ἀπλάτοιʼ Ἐχίδνας·
ἔνθα δυστάνων βροτῶν
ψυχὰς ἐδάη παρὰ Κωκυτοῦ ῥεέθροις,
οἷά τε φύλλʼ ἄνεμος
Ἴδας ἀνὰ μηλοβότους
πρῶνας ἀργηστὰς δονεῖ.
ταῖσιν δὲ μετέπρεπεν εἴδω-
λον θρασυμέμνονος ἐγ-
χεσπάλου Πορθανίδα·
τὸν δʼ ὡς ἴδεν Ἀλκμήνιος θαυμαστὸς ἥρως
τεύχεσι λαμπόμενον,
νευρὰν ἐπέβασε λιγυκλαγγῆ κορώνας,
χαλκεόκρανον δʼ ἔπειτʼ ἐξ-
είλετο ϝιὸν ἀνα-
πτύξας φαρέτρας πῶμα· τῷ δʼ ἐναντία
ψυχὰ προφάνη Μελεάγρου
καί νιν εὖ εἰδὼς προσεῖπεν·