Ancient Greek · ~7 min
Ode 5 Τῷ Αὐτῷ Κέλητι Ολύμπια., lines Ode 5 Τῷ Αὐτῷ Κέλητι Ολύμπια..79-Ode 5 Τῷ Αὐτῷ Κέλητι Ολύμπια..152
Bacchylides, Ἐπίνικοι Ode 5 Τῷ Αὐτῷ Κέλητι Ολύμπια..79-152
Not analysed yet
υἱὲ Διὸς μεγάλου,
στᾶθί τʼ ἐν χώρᾳ, γελανώσας τε θυμόν
μὴ ταΰσιον προΐει
τραχὺν ἐκ χειρῶν ὀϊστὸν
ψυχαῖσιν ἔπι φθιμένων·
οὔτοι δέος. ὣς φάτο· θάμβησεν δʼ ἄναξ
Ἀμφιτρυωνιάδας,
εἶπέν τε· τίς ἀθανάτων
ἢ βροτῶν τοιοῦτον ἔρνος
θρέψεν ἐν ποίᾳ χθονί;
τίς δʼ ἔκτανεν ; ἦ τάχα καλλίζωνος Ἥρα
κεῖνον ἐφʼ ἁμετέρᾳ
πέμψει κεφαλᾷ· τὰ δέ που
Παλλάδι ξανθᾷ μέλει.
τὸν δὲ προσέφα Μελέαγρος
δακρυόεις· χαλεπὸν
θ εῶ ν παρατρέψαι νόον
ἄνδρεσσιν ἐπιχθονίοις.
καὶ γὰρ ἂν πλάξιππος Οἰνεὺς
παῦσεν καλυκοστεφάνου
σεμνᾶς χόλον Ἀρτέμιδος λευκωλένου
λισσόμενος πολέων
τʼ αἰγῶν θυσίαισι πατὴρ
καὶ βοῶν φοινικονώτων·
ἀλλʼ ἀνίκατον θεὰ
ἔσχεν χόλον· εὐρυβίαν δʼ ἔσσευε κούρα
κάπρον ἀναιδομάχαν
ἐς καλλίχορον Καλυδῶ-
νʼ, ἔνθα πλημύρων σθένει
ὄρχους ἐπέκειρεν ὀδόντι,
σφάζε τε μῆλα, βροτῶν
θʼ ὅστις εἰσάνταν μόλοι.
τῷ δὲ στυγερὰν δῆριν Ἑλλάνων ἄριστοι
στασάμεθʼ ἐνδυκέως
ἓξ ἄματα συνεχέως· ἐπεὶ δὲ δαίμων
κάρτος Αἰτωλοῖς ὄρεξεν,
θάπτομεν οὓς κατέπε-
φνεν σῦς ἐριβρύχας ἐπαΐσσων βίᾳ,
Ἀγκαῖον ἐμῶν τʼ Ἀγέλαον
φ[έρτ]ατον κεδνῶν ἀδελφ εῶ ν,
οὓς τέ]κεν ἐν μεγάροις
πατρὸ]ς Ἀλθαία περικλειτοῖσιν Οἰνέος·
τῶν δʼ ὤ]λεσε μοῖρʼ ὀλοὰ
πλεῦνα]ς· οὐ γάρ πω δαΐφρων
παῦσεν] χόλον ἀγροτέρα
Λατοῦς θυγάτηρ· περὶ δʼ αἴθωνος δορᾶς
μαρνάμεθʼ ἐνδυκέως
Κουρῆσι μενεπτολέμοις·
ἔνθʼ ἐγὼ πολλοῖς σὺν ἄλλοις
Ἴφικλον κατέκτανον
ἐσθλόν τʼ Ἀφάρητα, θοοὺς μάτρωας· οὐ γὰρ
καρτερόθυμος Ἄρης
κρίνει φίλον ἐν πολέμῳ·
τυφλὰ δʼ ἐκ χειρῶν βέλη
ψυχαῖς ἔπι δυσμενέων φοι-
τᾷ θάνατόν τε φέρει
τοῖσιν ἂν δαίμων θέλῃ·
ταῦτʼ οὐκ ἐπιλεξαμένα
Θεστίου κούρα δαΐφρων
μάτηρ κακόποτμος ἐμοὶ
βούλευσεν ὄλεθρον ἀτάρβακτος γυνά·
καῖέ τε δαιδαλέας
ἐκ λάρνακος ὠκύμορον
φιτρὸν ἀγκλαύσασα, τὸν δὴ
μοῖρʼ ἐπέκλωσεν τότε
ζωᾶς ὅρον ἁμετέρας ἔμμεν. τύχον μὲν
Δαϊπύλου Κλύμενον
παῖδʼ ἄλκιμον ἐξεναρί-
ζων ἀμώμητον δέμας,
πύργων προπάροιθε κιχήσας·
τοὶ δὲ πρὸς εὐκτιμέναν
φεῦγον ἀρχαίαν πόλιν
Πλευρῶνα· μινύνθη δέ μοι ψυχὰ γλυκεῖα,
γνῶν δʼ ὀλιγοσθενέων·