Ancient Greek · ~5 min
Ode 5 Τῷ Αὐτῷ Κέλητι Ολύμπια., lines Ode 5 Τῷ Αὐτῷ Κέλητι Ολύμπια..153-Ode 5 Τῷ Αὐτῷ Κέλητι Ολύμπια..200
Bacchylides, Ἐπίνικοι Ode 5 Τῷ Αὐτῷ Κέλητι Ολύμπια..153-200
Not analysed yet
αἰαῖ· πύματον δὲ πνέων δάκρυσα τλ[άμων
ἀγλαὰν ἥβαν προλείπων.
φασὶν ἀδεισιβόαν
Ἀμφιτρύωνος παῖδα μοῦνον δὴ τότε
τέγξαι βλέφαρον, ταλαπενθ έο ς
πότμον οἰκτίροντα φωτός·
καί νιν ἀμειβόμενος
τοῖʼ ἔφα· θνατοῖσι μὴ φῦναι φέριστον,
μηδʼ ἀελίου προσιδεῖν
φέγγος· ἀλλʼ οὐ γάρ τίς ἐστιν
πρᾶξις τάδε μυρομένοις,
χρὴ κεῖνο λέγειν ὅ,τι καὶ μέλλει τελεῖν.
ἦ ῥα τις ἐν μεγάροις
Οἰνῆος ἀρηϊφίλου
ἔστιν ἀδμήτα θυγάτρων,
σοὶ φυὰν ἀλιγκία;
τάν κεν λιπαρὰν ἐθέλων θείμαν ἄκοιτιν.
τὸν δὲ μενεπτολέμου
ψυχὰ προσέφα Μελεά-
γρου· λίπον χλωραύχενα
ἐν δώμασι Δαϊάνειραν,
νῆϊν ἔτι χρυσέας
Κύπριδος θελξιμβρότου.
λευκώλενε Καλλιόπα,
στᾶσον εὐποίητον ἅρμα
αὐτοῦ· Δία τε Κρονίδαν
ὕμνησον Ὀλύμπιον ἀρχαγὸν θεῶν,
τόν τʼ ἀκαμαντορόαν
Ἀλφ εό ν, Πέλοπός τε βίαν,
καὶ Πίσαν, ἔνθʼ ὁ κλεεννὸς
ποσσὶ νικάσας δρόμῳ
ἦλθ]εν Φερένικος ἐς εὐπύργους Συρακόσ-
σας Ἱέρωνι φέρων
εὐδ]αιμονίας πέταλον.
χρὴ δʼ ἀλαθείας χάριν
αἰνεῖν, φθόνον ἀμφοτέραισιν
χερσὶν ἀπωσάμενον,
εἴ τις εὖ πράσσοι βροτῶν.
Βοιωτὸς ἀνὴρ τᾷδε φών[ησεν, γλυκειᾶν
Ἡσίοδος πρόπολος
Μουσᾶν, ὃν ἂν ἀθάνατοι τι[μῶσι, τούτῳ
καὶ βροτῶν φήμαν ἕπ[εσθαι.
πείθομαι εὐμαρέως
εὐκλ έα κελεύθου γλῶσσαν οὐ[κ ἐκτὸς δίκας
πέμπειν Ἱέρωνι· τόθεν γὰρ
πυθμένες θάλλουσιν ἐσθλ[ῶν,
τοὺς ὁ μεγιστοπάτωρ
Ζεὺς ἀκινήτους ἐν εἰρήν[ᾳ φυλάσσοι.