Ancient Greek · ~6 min
Ode 17 Ηίθεοι [ἢ] Θησεύς, lines Ode 17 Ηίθεοι [ἢ] Θησεύς.81-Ode 17 Ηίθεοι [ἢ] Θησεύς.132
Bacchylides, Διθύραμβοι Ode 17 Ηίθεοι [ἢ] Θησεύς.81-132
Not analysed yet
ὣς εἶπε· τῷ δʼ οὐ πάλιν
θυμὸς ἀνεκάμπτετʼ, ἀλλʼ εὐ-
πάκτων ἐπʼ ἰκρίων
σταθεὶς ὄρουσε, πόντιόν τέ νιν
δέξατο θελημὸν ἄλσος.
τά[φ]εν δὲ Διὸς υἱὸς ἔνδοθεν
κέαρ, κέλευσέ τε κατʼ οὖ-
ρον ἴσχεν εὐδαίδαλον
νᾶα· μοῖρα δʼ ἑτέραν ἐπόρσυνʼ ὁδόν.
ἵετο δʼ ὠκύπομπον δόρυ· σόει
νιν βορεὰς ἐξόπιν πνέουσʼ ἀήτα·
τρέσσαν δʼ Ἀθαναίων
ἠϊθ έω ν πᾶν γένος, ἐπεὶ
ἥρως θόρεν πόντονδε, κα-
τὰ λειρίων τʼ ὀμμάτων δά-
κρυ χ έο ν, βαρεῖαν ἐπιδέγμενοι ἀνάγκαν·
φέρον δὲ δελφῖνες ἁλι-
ναιέται μέγαν θοῶς
Θησέα πατρὸς ἱππί-
ου δόμον, μέγαρόν τε θεῶν
μόλεν· τόθι κλυτὰς ἰδὼν
ἔδεισʼ ὀλβίοιο Νη-
ρέος κόρας· ἀπὸ γὰρ ἀγλα-
ῶν λάμπε γυίων σέλας
ὧτε πυρός, ἀμφὶ χαίταις
δὲ χρυσεόπλοκοι
δίνηντο ταινίαι· χορῷ δʼ ἔτερ-
πον κέαρ ὑγροῖσι ποσσίν·
σεμνάν τε πατρὸς ἄλοχον φίλαν
ἴδε βοῶπιν ἐρατοῖ-
σιν Ἀμφιτρίταν δόμοις·
ἅ νιν ἀμφέβαλεν αἰόλαν πορφύραν,
κόμαισί τʼ ἐπέθηκεν οὔλαις
ἀμεμφέα πλόκον,
τόν ποτέ ϝοι ἐν γάμῳ
δῶκε δόλιος Ἀφροδίτα ῥόδοις ἐρεμνόν.
ἄπιστον ὅ τι δαίμονες
θ έω σιν οὐδὲν φρενοάραις βροτοῖς·
νᾶα παρὰ λεπτόπρυμνον φάνη· φεῦ,
οἵαισιν ἐν φροντίσι Κνώσιον
ἔσχασεν στραταγέταν, ἐπεὶ
μόλʼ ἀδίαντος ἐξ ἁλὸς
θαῦμα πάντεσσι, λάμ-
πε δʼ ἀμφὶ γυίοις θεῶν δῶρʼ, ἀγλαό-
θρονοί τε κοῦραι σὺν εὐ-
θυμία νεοκτίτῳ
ὠλόλυξαν, ἔ-
κλαγεν δὲ πόντος· ἠΐθ εο ι δʼ ἐγγύθεν
νέοι παιάνιξαν ἐρατᾷ ϝοπί.
Δάλιε, χοροῖσι Κηΐων
φρένα ἰανθεὶς
ὄπαζε θ εό πομπον ἐσθλῶν τύχαν.