Ancient Greek
665.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 665.2
Unproofread scanNot analysed yet
ΒΑΣ. Τί λέγεις ; Μὴ νεμώμεν τὸ πλεῖον τοῖς προλαβοῦσι ; μὴ αἰδεσθῶμεν τὸ πλῆθος τῶν τε νῦν ὄντων Χριστιανῶν ,καὶ τῶν ὅσοι γεγόνασιν ἀφ 'οὐ κατηγγέλη τὸ Εὐαγγέλιον ; μὴ λογισώμεθα τὸ ἀξίωμα τῶν ἐν παντοίαις χαρίσμασι διαφανέντων πνευματικοῖς ,οἷς ἅπαντι ἐχθρὰν καὶ πολεμίαν τὴν πονηρὰν ὁδὸν ταύτην τῆς ἀσεβείας ἐκαινοτόμησας ; ἀλλὰ μύσαντες ἀπαξάπλως τοὺς τῆς ψυχῆς ὀφθαλμούς ,καὶ παντὸς ἁγίου μνήμην τῆς διανοίας ὑπερορίσαντες ,σχολάσουςιν καὶ σεσαρωμένην τὴν ἑαυτοῦ καρδίαν ἕκαστος ταῖς παραγωγαῖς σου καὶ τοῖς σοφίσμασι· δονῶντες ὑποδύμεν ; Μεγάλης μέντ 'ἂν εἴης τῆς δυναστείας ἐπειλημμένος ,εἴπερ μὲν ταῖς ποικιλίαις ἑαυτοῦ μεθοδείαις ὁ διάβολος οὐχ ἐπἐτυχες ,τούτων σοι τυχεῖν ἐξ ἐπιτάγματος περιέσται · ἐὰν περ ,πεισθέντες σοι ,τὴν ἐν παντὶ τῷ παρελθόντι χρόνῳ ὑπὸ τοσούτων ἁγίων κεκρατηκυίαν παράδοσιν ἀτιμωτέραν (78 )κρινώμεν τῆς δυσσεβοῦς ὑμῶν ἐπινοίας . Τῷ δὲ οὐχ ἱσάρχει μόνον τῶν νῦν ἀκούοντων τοὺς λογισμοὺς ὑπελθεῖν ,ἀλλ 'ἀξιοῖ καὶ τοὺς ὑστερὸν ποτε συνεσομένους τῷ λόγῳ τὴν αὐτὴν ἔχειν γνώμην . Ὦ τῆς ἀλαζονείας ! τὸ καὶ εἰς ὑστερον (79 )οἴεσθαι αὐτῷ διαρχέσειν τὸν λόγον ,καὶ ἀθάνατον εἰς τὸν ἐπιόντα χρόνον τὴν μνήμην αὐτοῦ φυλαχθήσεσθαι . Καὶ ταῦτα νῦν ἀπανυθιάζεται ὁ μετ 'ὀλίγα πρὸς τοὺς ἀχρωμένους διαθρυπτόμενος ὡς τύφου παντὸς ἀμελῶν ,οὕτωθι λέγων τοῖς ἐν τῷ δράματι δικασταῖς .