Ancient Greek
666.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 666.2
Unproofread scanNot analysed yet
4 Πίστιν ἐκτίθεται πρῶτον ἐξ ἀπλῶν καὶ ἀδι-ορίστων λέξεων συγκειμένην, ἥ ἐχρήσαντο καὶ τι-νες (82) τῶν Πατέρων, οὐχ’ πρὸς ζητήσεις ὑποκει-μένας ἀποτεινόμενοι, ἀλλ’ ἀπλῶς οὕτως ἐφ’ ἑαυ-τῶν (83) ἐν ἀπλότητι καρδίας διαλεγόμενοι. Εἰ τε καὶ (84) Ἀρειος, ὡς φασί, σοφίζομενος τὸν Ἀλέ-ξανδρον, ταύτην αὐτῷ προετίθετο (καὶ γὰρ τοῦτο λέγουσιν), ἀλλ’ ὁμοῦ μὲν ταύτην ὡς ὁμολογοῦσαν τῇ ἑαυτοῦ γνώμῃ προστίθεται διὰ δύο προφάσεις· μίαν μὲν, ὥστε τὴν τῆς καινοτομίας ὑπόνοιαν ἐκφυγεῖν, ἐν τῷ τὴν τῶν Πατέρων πίστιν ὡς ὀρθῶς ἔχουσαν ἀποδέχεσθαι· ἑτέραν δὲ, τοῦ πάντας ἀπροοράτως ταῖς πάγαις αὐτοῦ τῶν σοφισμάτων περιπεσεῖν τῇ ἀπλότητι τῶν ῥημάτων τούτων καταπιστεύσοντας. Ὁμοῦ δὲ καλεῖν συνεδεῖν (85), ὅτι καὶ τὴν ἑαυτοῦ γνώμην εὐπροσώπως αὐτῷ παρεῖσαγχεῖν ὑπάρχει, C ἐξηνημένην ὀρθὲν τὰ τῶν Πατέρων, καὶ μάλιστα μὲν λήμασθαι ἀσεβῶν· εἰ δ’ ἄρα καὶ φαιραθεῖν, ἀναίτιος εἶναι δοξεῖν, ὡς οὐδὲν οἰκοῦν οὐδὲ παρ’ ἑαυτοῦ τι λέγων, ἀλλ’ ἀλλοτρίας γενόμενος διανοίας ἐξηγητής. Ἐν ᾧ δὲ καὶ γελοιοτάτον τι παθὼν οὐκ ἐπήσθετο. Ἐπανέντας γὰρ αὐτὴν (86) πολλὰ καὶ μεγάλα, μικρὸν ὑποβάς, ποῖς αἰσχίστοις πάλιν ὀνει-δεσὶ περιβάλλει. Ἄλλ’ ἵνα σαφέστερον ὁ λέγω γέ-νηται, κατὰ μέρη τὸν λόγον διελόμενος ἐξετάσω. Καὶ πρῶτον γε τὴν (87) πίστιν ἣν προτείνεται καταμά-θωμεν, αὐτὰς τὰς ἐκείνου φωνὰς παραθέμενοι.