Ancient Greek
668.5 to 669.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 668.5-669.1
Unproofread scanNot analysed yet
ΕΥΝ. Εἰς τοίνυν, φησὶ, κατὰ τε φυσικὴν ἔνοιαν καὶ κατὰ τὴν τῶν Πατέρων διδασκαλίαν ἡμῖν ὁμολόγηται Θεός, μήτε παρ’ ἑαυτοῦ παρ’ ἑτέρου γεγόνως. Ἐκάτερον γὰρ αὐτῶν ἐπίσης ἀδύνατον, A Ἀπειδὴ γὰρ δεῖ κατὰ ἀλήθειαν τὸ ποιῶν τοῦ γινομένου προϋπάρχειν, καὶ τὸ ποιούμενον τοῦ ποιούντος εἶναι δεύτερον. Μὴτε δὲ αὐτὸ ἑαυτῷ πρότερον ἢ ὑστερον εἶναι δυνάσθαι, μήτε ἑκτὸν τι πρὸ τοῦ Θεοῦ. Ἡ γὰρ ἂν ἐκεῖνο πρὸ τοῦ δευτέρου τὸ τῆς θεότητος ἔσχη ἀξίωμα.