Ancient Greek
674.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 674.1
Unproofread scanNot analysed yet
λυώνυμός τις ὤν· οὐ γὰρ πάντα τὰ ὀνόματα εἰς ταυτὸν ἀλλήλοις φέρει. Ἄλλο γὰρ τὸ σημαίνονον φωτὸς, καὶ ἄλλο ἀμπέλου, καὶ ἄλλο ὁδοῦ, καὶ ἄλλο ποιμένος. Ἄλλ’ ἐν ὧν κατὰ τὸ ὑποκείμενον, καὶ μία οὐσία καὶ ἀπλῆ καὶ ἀσύνθετος, ἄλλοτε ἄλλως ἑαυτὸν ὀνομάζει, ταῖς ἐπινοίαις διαφερούσας ἀλλήλων τὰς προσηγορίας μεθαρμοζόμενος. Κατὰ γὰρ τὴν τῶν ἐνεργειῶν διαφορὰν, καὶ τὴν πρὸς τὰ εὐεργετούμενα σχέσιν, διάφορα ἑαυτῷ καὶ τὰ ὀνόματα τίθεσθαι. Φῶς μὲν γὰρ ἑαυτὸν τὸν κόσμον λέγει, τὸ τε ἀπρόσιτον τῆς ἐν τῇ Θεότητι δόξης τῷ ὀνόματι τούτῳ διασημαίνων, καὶ ὡς τῇ λαμπρότητι τῆς γνώσεως τοὺς κεκαθαρμένους τὸ ὄμμα τῆς ψυχῆς καταυγάζων· ἀμπέλον δέ, ὡς τοὺς ἐν αὐτῷ κατὰ τὴν πίστιν ἐρριζωμένους ἐπ’ ἔργων ἀγαθῶν καρποφορίας ἐκτρέφον· ἄρτον δέ, ὡς οἰκείοτάτην τροφὴν λογικοῦ τυγχάνον, τῷ διακράτειν τὴν σύστασιν τῆς ψυχῆς, καὶ τὸ ἰδίωμα αὐτῆς διασώζειν, ἀναπληρῶν (38) ἀεὶ παρ’ ἑαυτοῦ τὸ ἐνδεόν, καὶ πρὸς τὴν ἐξ ἀλογίας ἐγγινομένην ἀρρώστιαν οὐχ ἔων ὑποφέρεσθαι (39). Καὶ οὕτως ἂν τις τῶν ὀνομάτων ἑκάστον ἐφροδεύων ποικίλας εὑροὶ τὰς ἐπινοίας ἐνὸς ἑκάστου τοῦ κατὰ τὴν οὐσίαν τοῖς πᾶσιν ὑποκειμένου. Τίς οὖν οὕτως τὴν γλῶσσαν πρὸς βλασφημίαν ἡκόνται, ὥστε τολμῆσαι εἰπεῖν ταῖς φωναῖς τὰς ἐπινοίας ταύτας συνδιαλύσεσθαι; Τί οὖν ἄκτον οὕτω καὶ ἐπὶ τοῦ Θεοῦ τῶν ὅλων λαμβάνεσθαι τινα κατ’ ἐπίνοιαν, καὶ αὐτὸ τοῦτο πρῶτον (40), περὶ οὗ ὁ σύμπας ἡμῖν κεκίνηται λόγος; Εὑρήσομεν γὰρ οὐδαμὼς ἑτέρως λεγόμενον τὸ ἀγένητον. Ἄφθαρτον γὰρ (41) καὶ ἀγέννητον εἶναι τὸν Θεὸν τῶν ὅλων λέγομεν, κατὰ διαφόρους ἐπιβολὰς τοῖς ὀνόμασι τούτοις προσαγορευόμενοι. Ὅταν μὲν γὰρ εἰς τοὺς κατόπιν αἰῶνας ἀποβλέψωμεν, ὑπερεκπίπτουσαν πάσης ἀρχῆς εὐρίσχοντες τὴν ζωὴν τοῦ Θεοῦ, ἀγέννητον αὐτὸν λέγομεν· ὅταν δὲ τοὺς ἐπερχομένους αἰῶσι τὸν νοῦν ἐπεκτείνωμεν, τὸν ἀόριστον (42) καὶ ἄπειρον, καὶ οὐδενὶ τέλει καταληπτὸν προσαγορεύομεν ἄφθαρτον. Ὡς οὖν τὸ ἀτελεύτητον τῆς ζωῆς (43) ἄφθαρτον, οὕτω τὸ ἄναρχον αὐτῆς ἀγέννητον ὀνομάσθη, τῇ ἐπινοίᾳ θεωρούντων ἡμῶν ἑκάτερα. Τίς οὖν ἀντερεῖ λόγος καὶ ἐπινοεῖσθαι τῶν ὀνομάτων τούτων ἑκάτερον, καὶ ὁμολογίαν εἶναι τοῦ κατ’ ἀλήθειαν τῷ Θεῷ προσόντος; Ὁ δὲ ὡς μαχόμενα ταῦτα καὶ ἀσύμβατα παντελῶς (44) ἀπ’ ἀλλήλων διαστῆσι· τὸ, τί κατ’ ἐπίνοιαν τί λέγεσθαι, καὶ τὸ ἀποπληροῦν τῷ Θεῷ (45) τὴν τοῦ εἶναι ὅ ἐστιν ὁμολογίαν.