Ancient Greek
680.2 to 680.36
Basilius Theol., Adversus Eunomium (Libri 5) 680.2-36
Unproofread scanNot analysed yet
πρὸς τὸ κεφάλαιον, οὕτω γράφει :ΕΥΝ. Οὐκοῦν, εἰ μήτε κατ' ἐπίνοιαν, μήτε κατὰ στέρησιν, μήτε ἐν μέρει (ἀμερὴς γάρ), μήτε ἐν αὐτῷ ὡς ἕτερον (ἁπλοῦς γάρ), μήτε παρ' αὐτὸν ἕτερον (εἰς γὰρ καὶ μόνος ἀγέννητος), αὐτὸ ἂν εἴη οὐσία ἀγέννητος. ΒΑΣ. Ἦγαγε τὸν λόγον ἐφ' ὃ ἐβούλετο, καὶ πανταχθὲν τὸ ἀγέννητον ἀποσπάσας, εἰς αὐτήν (73) συνήλασεν, ὡς ἤθετο, τὴν οὐσίαν· εἰπὼν περὶ τοῦ Θεοῦ τῶν ὅλων, ὅτι αὐτὸ τὸ εἴη οὐσία ἀγέννητος. "Εγὼ δὲ τὴν μὲν οὐσίαν τοῦ Θεοῦ ἀγέννητον εἶναι καὶ αὐτὸς ἂν φαίνην, οὐ μὴν τὸ ἀγέννητον τὴν οὐσίαν. ρὲς καὶ τὸ ἁπλοῦν, ταυτὸν ὑπάρχειν κατὰ τὴν ἔνοιαν (ἀμερεῖς τε (74) γὰρ ἐστι τὸ μὴ ἐκ μερῶν συγκεῖμενον, καὶ ἁπλοῦν ὡσαύτως τὸ μὴ ἐκ πλειόνων τὴν σύστασιν ἔχον), οὕτως ὡς διαφέροντα τῷ ὑποκειμένῳ διίστασιν ἀπ' ἀλλήλων. Εἰτα ἀπαγορεύει μὴ δεῖν κα- τασμερίζειν τὸν Θεόν, μηδὲ τὸ μὲν τι αὐτοῦ ἀγέννητον, τὸ δὲ γεννητὸν ὑποπτεῦειν· μηδ' αὐ ἐγκεισθαι ὡς ἕτερον ἐν ἑτέρῳ νομίζειν αὐτῷ τὸ ἀγέννητον. Τοῦτων δὲ τὸ μάταιον ἀποκωφ διελέχγειν. "Εοικε γὰρ παρὰ συνεδρομοῦσθαι τῷ ματαιολογοῦντι ὁ ἀντιλέγων. Διόπερ, ὁμῶς, ὁ σοφὸς παρεγγυᾷ Σολομὼν μὴ ἀποκρίνασθαι (75) τῷ ἀφρονι κατὰ τὴν ἐκεῖνου ἀφροσύνην. Τοὺς γὰρ (76) μήτε εἰρημένους μήτε λεχθέντας ποτὲ λόγους ὑπὸ διαίρεσιν ἤγαγεν, ἵνα δόξῃ ἐν πολλοῖς τοῖς ἀπηριθμημένοις, καθ' ἕνα μόνον τρόπον, οἰκείως ἐξευρίσκειν λεγόμενον τὸ ἀγέννητον. Ἡμῖν δὲ ὅσως πλείονος ἔδει λόγου πρὸς τὴν τοῦ ψεύδους παράστασιν, καὶ πρὸς τὸ δεῖξαι, ὅτι περ οὐκ οὐσία Θεοῦ τὸ ἀγέννητον, εἴπερ τὰ ἐν τῇ διαιρέσει παρ' αὐτοῦ ἀπηριθμημένα μὴ σαφῶς ἐξελέχθητο. Εἰ γὰρ ἰσχυρὸς εἶχεν ὁ λόγος αὐτῷ, ὅτι οὔτε κατ' ἐπίνοιαν οὔτε κατὰ στέρησιν λαμβάνεται τὸ ἀγέννητον, οὐδ' οὕτω μὲν ἂν πάντως ἀκολουθίαν εἴχε τὸ συναγόμενον. Τίς γὰρ ἡ ἀνάγκη, ὑπὸ ἐν τῶν ἀπηριθμημένων τὴν ἀγεννησίαν πεσεῖν; Οὐ μὴν ἀλλ' ἐπειδὴ αὐτὸς ὡς