Ancient Greek
687.1 to 687.35
Basilius Theol., Adversus Eunomium (Libri 5) 687.1-35
Unproofread scanNot analysed yet
9. Τίνα δὲ ἐστι τὰ ἕξης τοῦ λόγου σκοπεῖτε (60). Δεῖξας, ὡς οἶεται, ὅτι ἀδύνατόν ἐστιν ἐννοία λαβεῖν τὸ ἀγέννητον, ἐπάγει :EYN. Ἄλλὰ μὴν οὐδὲ κατὰ στέρησιν· εἰ γὰ τῶν κατὰ φύσιν αἱ στέρησεις εἰσὶ στέρησεις, καὶ τῶν ἕξεων δευτέραι. BAS. Ταῦτα δὲ, ὅτι ἐκ τῆς τοῦ κόσμου σοφίας περιλαλεῖ, ὑφ' ἧς ἐκτραχηλισθεὶς, ταῖς τοιαύταις τῶν λόγων ἐπέθετο καινοτομίαις, οὐ χαλεπὸν ἐπιδείξαι. Ἀριστοτέλους γάρ εἰσιν, ὡς οἱ ἀνεγνωκότες εἰποιεν ἂν, ἐν ταῖς ἐπιγραφόμεναις αὐτοῦ Κατηγορίαις, οἱ περὶ ἕξεως καὶ στέρησεως λόγοι, δευτέρας εἶναι λέγοντος τῶν ἕξεων τὰς στέρησεις. Ἡμῖν δὲ ἐξήρκει δεῖξαι αὐτὸν οὐκ ἐκ τῆς διδασκαλίας τοῦ Πνεύματος, ἀλλ' ἐκ τῆς σοφίας τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου λαλοῦντα, τὸ τοῦ ψαλμοῦ πρὸς αὐτὸν ἐπιφθέγξασθαι, ὅτι Διηγήσαντο μοι πικρόν μοι ἀδελ- σχίας, ἀλλ' οὐχ ὡς ὁ νόμος σου, Κύριε· καὶ μαθόντας, ὅτι οὐκ ἐκ τῶν διδαγμάτων (61) τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐστι τὰ λεγόμενα, τῆς αὐτοῦ φωνῆς ὑπομνησθῆναι, ὅτι Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ· καὶ τοῦτο τῷ τρόπῳ τοὺς πολλοὺς τῶν λόγων ἑαυτοῖς συντεμεῖν, ἐντεῦθεν πᾶσι καταφανὲς ποιήσαντας, ὅτι οὐδεμία ἡμῖν πρὸς αὐτὸς κοινωνία. Τίς γὰρ συμφώνησις Χριστῷ πρὸς Βελιάρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Ἴνα δὲ μὴ δόξωμεν δι' ἀπορίαν ἐλέγχων εἰς τὴν σιωπὴν καταφεύγειν, φέρε, καὶ περὶ τούτων βραχέα διαλεχθῶμεν. Πολλὰ, ὦ Εὐνόμιε, τῶν περὶ Θεοῦ λεγομένων κατὰ τὸν ὅμοιον ὁρῶμεν ἐκφερόμενα τύπον, οἷον ὁ ἄφθαρτος, ὁ ἀθάνατος, ὁ ἀόρατος. Τοῦ δὲ αὐτοῦ τύπου τιθέμεθα εἶναι καὶ τὸ, ἀγέννητος. Εἰ μὲν οὖν στέρητικά τινες ὀνομάζουσι τὰ τοιαῦτα, οὐ πρὸς ἡμᾶς ὁ λόγος. Οὐτε γὰρ ἴσμεν τεχνολογίας λέξεων, οὐδὲ τοὺς εἰδότας ζηλοῦμεν. Πλὴν γε δὴ ὅτι οὐπερ ἂν τῶν ἄλλων αἱ λοιπαὶ φωναὶ ἂς ἀπεριθμήσαμεν, τοῦ αὐτοῦ εἶναι φήσομεν καὶ τὴν τοῦ, ἀγεννήτου, προσγγορίαν.