Ancient Greek
688.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 688.2
Unproofread scanNot analysed yet
10. Ἔχει δὲ οὕτως. Ἔν μὲν οὐδὲν ἐστιν ὄνομα δ πᾶσαν ἐξαρκεῖ τὴν τοῦ Θεοῦ φύσιν περιλαβόν, ἰκανῶς ἐξαγγείλαι· πλεῖω δὲ καὶ ποικίλα κατ’ ἰδίαν ἑκαστον σημασία, ἀμυδρὰν μὲν παντελῶς καὶ μικροτάτην, ὡς πρὸς τὸ ὅλον, ἡμῖν γε μὴν ἐξαρκοῦσαν τὴν ἔνοιαν συναθροίζει. Ἔν τοίνυν τοῖς περὶ Θεοῦ λεγομένοις ὀνόμασι, τὰ μὲν τῶν προσόντων τῷ Θεῷ δηλωτικὰ ἐστι, τὰ δὲ τὸ ἐναντίον, τῶν μὴ προσόντων. Ἐκ δύο γὰρ τούτων οἷον ἐ χαρακτήρ τῆς ἡμῖν ἐγγίνεται τοῦ Θεοῦ, ἐκ τε τῆς τῶν ἀπεμφανιζόντων ἀρνήσεως καὶ ἐκ τῆς τῶν ὑπαρχόντων ὁμολογίας. Οἷον, ὅταν ἀφαρτον ὀνομάζωμεν, δυνάμε (65) λέγωμεν ἑαυτοὺς ἢ τοῖς ἀκούουσιν, ὅτι Μὴ οἷον φθορὰ τὸν Θεὸν ὑποχείριον· καὶ ὅταν ἀόρατον, ὅτι Μὴ ὑπολάβης αὐτὸν τῇ διὰ τῶν ὕψεων αἰσθήσει καταλαμβά- D