Ancient Greek
693.3
Basilius Theol., Adversus Eunomium (Libri 5) 693.3
Unproofread scanNot analysed yet
ξεν, οὗ τὸ ὄνομα μόνον, ἀλλὰ καὶ αὐτὴν αὐτοῦ (90) τὴν οὐσίαν ὁ Θεὸς ἐνεφάνισε · καὶ τοῦ τοσούτον ἀπόρρητον, ὃ μηδενὶ τῶν ἁγίων ἐφανερώθη, αὐτὸς ἐν βίβλοις γράψας δημοσιεύει καὶ ἐκκαλεῖ πᾶσιν ἀνθρώποις ἀπεριιζκέτως. Καὶ τὰ μὲν ἐν ἐπαγγελίαις ἀποκείμενα ἡμῖν ὑπὲρ πᾶσαν γνῶσιν ἐστιν ἀνθρωπίνην, καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ὑπερέχει πάντα νοῦν · αὐτὴν δὲ τὴν οὐσίαν τοῦ Θεοῦ οὐ καταδέχεται ὑπὲρ πάντα νοῦν καὶ ὑπὲρ πᾶσαν γνῶσιν ἀνθρώπων εἶναι.