Ancient Greek
694.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 694.1
Unproofread scanNot analysed yet
Aθεοῦ τὴν οὐσίαν παρὰ τοῦ Ἰεζεκιὴλ διδάχθεις, πάλιν πῦρ εἶναι τὸν Θεὸν παρὰ τοῦ Μωϋσέως ἀκούσεται, καὶ παρὰ τοῦ σοφοῦ Δανιὴλ πρὸς ἄλλας ὑπολήψεις ἀπενεχθήσεται· καὶ οὕτως οὐ ψευδῆς μόνον, ἀλλὰ καὶ μαχομένας ἀλλήλαις ἐκ τῶν Γραμμάτων εὐρεθήσεται τὰς φαντασίας ἀναλεγόμενος. Ἀφεμένος (95) οὖν τῆς κατὰ τὴν οὐσίαν πολυπραγμοσύνης ὡς ἀνεφικτου, τῇ ἀπλῇ παραίνεσει τοῦ Ἀποστόλου πειστέον, λέγοντος· Πιστεύσαι γὰρ δεῖ πρῶτον, ὅτι ἐστὶ Θεός, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. Οὐ γὰρ ἡ τοῦ τί ἐστιν ἐξερεύνησις, ἀλλ’ ἡ τοῦ ὅτι ἐστὶν ὁμολογία τὴν σωτηρίαν ἡμῖν (96) παρασκευάζει. Ἐπεὶ οὖν ἀπερίτμητος ἀνθρώπου φύσει καὶ ἀρρήτος παντελῶς ἡ οὐσία τοῦ Θεοῦ ἀποδέδεικται, λειπόμενόν ἐστι περὶ τῆς ἀγεννησίας αὐτῆς τί τέ ἐστι, καὶ πῶς ἐπιθεωρεῖται τῷ Θεῷ τῶν ὅλων διέξελθεῖν.