Ancient Greek
700.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 700.1
Unproofread scanNot analysed yet
σμάτων κατὰ τοὺς δημιουργικούς λόγους διαταχθείσα (37), καὶ ὡς ἡ τῶν ἀριθμῶν (38) θέσις, καὶ ὡς ἡ τῶν αἰτίων πρὸς τὰ αἰτιατὰ σχέσις, ἐκεῖνον προδωμολογημένου τοῦ καὶ τῆς φύσεως αὐτῆς ποιητὴν εἶναι καὶ δημιουργὸν τὸν Θεόν · ἐπιπεπτευμένη δὲ καὶ τεχνική, ὡς ἡ ἐν τοῖς κατασκευάσμασι, καὶ μαθήμασι, καὶ ἀξιώμασι, καὶ ἀριθμῷ, καὶ τοῖς τοιούτοις. Τούτων τοίνυν τὸ πρῶτον ἀποκρυφάμενος οὖτος, τοῦ δευτέρου εἴδους τῆς τάξεως ἐπεμνήσθη, καὶ φησι, μὴ χρήναι λέγειν ἐπὶ Θεοῦ τάξιν, ἐπειδὴ ἡ τάξις δευτέρα ἐστὶ τοῦ τάττοντος. Ἐκεῖνο δὲ ἡ οὐ συνείδεν, ἢ ἔχων ἀπεκρύψατο, ὅτι ἐστι τι τάξεως εἶδος, οὐχ ἐκ τῆς παρ' ἡμῶν θέσεως συνιστάμενον, ἀλλ' αὐτῇ τῇ κατὰ φύσιν ἀκολουθίᾳ συμβαδόν, ὡς τῷ πυρὶ πρὸς τὸ φῶς ἐστὶ τὸ ἐξ αὐτοῦ. Ἐν τούτοις γὰρ πρότερον τὸ αἴτιον λέγομεν, δεύτερον δὲ τὸ ἐξ αὐτοῦ (39) · οὐ διαστήματι χωριζόντες ἀπ' ἀλλήλων ταῦτα, ἀλλὰ τῷ λογισμῷ τοῦ αἰτιατοῦ προειπούντες τὴν αἰτίαν. Πῶς οὖν εὐλόγως ἀρνεῖσθαι τὴν τάξιν, ἐφ' ὧν ἐστι πρότερον καὶ δεύτερον, οὐ κατὰ τὴν ἡμετέραν θέσιν, ἀλλ' ἐκ τῆς κατὰ φύσιν αὐτὸς ἐνυπαρχούσης ἀκολουθίας; Τίνος οὖν ἐνεκεν ἀθετεῖ τὴν τάξιν ἐπὶ Θεοῦ λαμβάνεσθαι; Ἦγεῖται, εἰ (40) ἐπιδείξεως μηδαμῶς ἄλλως τὸ πρότερον ἐπὶ Θεοῦ νοεῖσθαι, λειπόμενον ἔξειν, κατ' αὐτὴν τὴν οὐσίαν τὴν ὑπεροχὴν ἐπιδείκνυσθαι (41). Ἡμεῖς δέ, κατὰ μὲν τὴν τῶν αἰτίων πρὸς ἅ ἐξ αὐτῶν σχέσιν, προτετάχθαι τοῦ Υἱοῦ τὸν Πατέρα φαμέν · κατὰ δὲ τὴν τῆς φύσεως διαφοράν, οὔτε, οὐδὲ κατὰ τὴν τοῦ χρόνου ὑπεροχὴν · ἡ οὕτω γε καὶ αὐτὸ (42), τὸ Πατέρα εἶναι τὴν Θεόν, ἀθετήσομεν, τῆς κατὰ τὴν οὐσίαν ἀλλοτριότητος τὴν φυσικὴν συνάφειαν ἀθετοῦσης.