Ancient Greek
705.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 705.2
Unproofread scanNot analysed yet
(79) Editi τῆς φωνῆς τῆς Κυρίου, libri veteres τῆς φωνῆς τοῦ Κυρίου. φῶσι τὸ μείζον (78) αὐτὸς τε οὕτως προλαβὼν ἔφησε, καὶ τὸ εἴκός οὕτως ἔχει· ἐπειδήπερ τὸ μείζον ἐν τοῖς μεγέθεσι τοσοῦτόν ἐστιν, ὅσον καὶ τὸ ἐλάττον, καὶ ἐπὶ. Τὰ δὲ ἀπερίληπτα τῷ μεγέθει, μᾶλλον δὲ ἀμεγέθη καὶ ἄποσα παντελῶς, τὶς ἂν ἀλλήλοις παραμετρήσαιεν; ὧν δὲ ἀμήχανός ἡ παράθεσις, τίνι ἂν τρόπῳ ἐν τούτοις τὸ ὑπερβάλλον ἐπιγνωθείη; Δυναμέναι δὲ λέγειν ἐλλείπειν τὸν Χριστὸν τὴν τοῦ Θεοῦ δύναμιν χωρισθῆ νηπίων καὶ οὐδὲ κατακούσάντων τῆς φωνῆς τοῦ Κυρίου (79), λέγοντος· Ἐγὼ καὶ ὁ Πατὴρ ἐν ἐσμεν· καὶ τὸ ἐν ἀντὶ τοῦ κατὰ τὴν δύναμιν Ἰσοῦ παραλαμβάνοντος, ὡς ἐξ αὐτῶν δεῖξομεν τοῦ Εὐαγγελίου τῶν ῥημάτων. Εἰπὼν γὰρ περὶ τῶν πιστευσάντων ὅτι, Οὐ μὴ τις ἀρπάξῃ ἐκ τῆς χειρὸς μου· καὶ ὅτι Ὁ Πατὴρ, ὁ δέδωκέ μοι, μείζων πάντων ἐστίν· καὶ, Οὐδείς δύναται ἀρπάσαι ἐκ τῆς χειρὸς τοῦ Πατρός μου, ἐπήγαγεν· Ἐγὼ καὶ ὁ Πατὴρ ἐν ἐσμεν, σαφῶς δὲ ἐν ἀντὶ τοῦ ἴσου καὶ ταύτῳ κατὰ δύναμιν παραλαμβάνων. Ἄλλὰ μὴν εἰ γε καὶ ὁ θρόνος ὁ τοῦ Θεοῦ (80), ὡσπερ οὖν ἡμεῖς πεπιστεύκαμεν, ἀξιωμάτός ἐστιν ὄνομα, ἡ ἐκ δεξιῶν τοῦ Πατρὸς ἀφωρισμένη τῷ Υἱῷ καθέδρα τί ποτε ἕτερον, καὶ οὐχὶ τὸ ὁμότιμον τῆς ἀξίας ἀποσημαίνει; Ἄλλὰ καὶ ἕξειν ὁ Κύριος ἐπαγγέλλεται ἐν τῇ δόξῃ τοῦ Πατρός. Λείπεται τοίνυν κατὰ τὴν τῆς αἰτίας λόγον ἐνταῦθα τὸ μείζον λέγεσθαι. Ἐπεὶ γὰρ (80*) ἀπὸ τοῦ Πατρὸς ἡ ἀρχὴ τοῦ Υἱοῦ, κατὰ τοῦτο μείζων ὁ Πατὴρ, ὡς αἴτιος καὶ ἀρχή. Διὸ καὶ ὁ Κύριος οὕτως εἶπεν· Ὁ Πατὴρ μου μείζων μου ἐστίν, καθὼ Πατὴρ δηλονότι. Τὸ δὲ, Πατὴρ, τί ἄλλο σημαίνει ἢ οὐχὶ τὴν αἰτίαν εἶναι καὶ ἀρχὴν τοῦ ἐξ αὐτοῦ γεννηθέντος; Ὁλῶς δὲ οὐσία οὐσίας, καὶ κατὰ τὴν ὑμετέραν (81) σοφίαν, μείζων καὶ ἐλάττων οὐ λέγεται. Ὡστε καὶ κατὰ τούτους, καὶ κατ' αὐτὴν τὴν ἀλήθειαν, οὐδενὶ ἂν τρόπῳ τὴν κατ' οὐσίαν ὑπεροχὴν ὁ προκείμενος λόγος τοῦ μείζονος ἐμφαίνει. Ἄλλὰ μὴν οὐδὲ κατ' ὀγκὸν φαῖν ἂν αὐτὸς οὗτος, μείζονα τὸν Θεὸν Πατέρα· ὁ γε ἀπορρήμμενος (82) μὴ χρήναι περὶ τὸν Θεὸν ὑπονοεῖν πλῆκτότητα. Ὑπόλειπτος οὖν ἐστιν ὁ παρ' ἡμῶν λεχθεὶς τοῦ μείζονος τρόπος, ὁ τῆς ἀρχῆς, λέγω, καὶ τῆς αἰτίας. Ἡ μὲν οὖν κατὰ τὸ μείζον ἐπιχειρήσις αὐτοῦ τῆς βλασφημίας τοιαύτη.