Ancient Greek
712.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 712.1
Unproofread scanNot analysed yet
Μονογενῆ λεγούσης ποιήμα, οὐχ ἂν ἐξεκώφωτο (26) ἡμῶν ἤδη τὰ ὦτα περιθρυλλούμενα. Εἴτὰ φησι, διὰ τοὺς σωματικῆς τῆς γέννησιν ὑπολαμβάνοντας τοῦ Κυρίου, καὶ ταῖς ὁμωνυμίαις προσπαίζοντας, ἀναγκαῖον αὐτῷ καὶ περὶ τούτων εἶναι διὰ βραχέων εἰπεῖν. Καίτοι τί ἐκύκλω, ταῖς ἐκ τῶν Γραφῶν μαρτυρίαις τὸν λόγον ἑαυτοῦ πιστωσάμενον, οὕτως ἐπὶ τὴν διόρθωσιν τῶν ἀθεμεσετέρων ἐλθεῖν, καὶ τὴν ἐκ τῆς ὁμωνυμίας βλάβην παραμυθησασθαι, εἰ τὶς ἄρα γέγονε ποτὲ τισιν ἡ γενήσεαι; Τίς γὰρ οὕτως παντελῶς σάρκινος (27) τὴν διάνοιαν, καὶ δειλῶν λόγων ἀπειρος, ὥστε, ἀκούων θείας γεννήσεως, πρὸς τὰς σωματικὰς καταφέρεσθαι φαντασίας, ἐν αἷς συμπλοκὴ μὲν ἀρρένου πρὸς τὸ θῆλυ, κύψις δὲ ἐν μήτρα· καὶ διαπλάσεις, καὶ μόρφωσις, καὶ τοὺς καθήκουςι χρόνους πρόδοσις εἰς τὸ ἔξω (28); Τίς οὕτως πτηνώδης, ὥστε, ἀκούων θεοῦ λόγον ἐκ θεοῦ προελθόντα, ἀκούων δὲ σοφίαν ἐκ θεοῦ γεννηθεῖσαν, πρὸς τὰ σώματος πάθη τοὺς λογισμοὺς καταπίπτειν;