Ancient Greek
713.3
Basilius Theol., Adversus Eunomium (Libri 5) 713.3
Unproofread scanNot analysed yet
BAS. Καὶ ἐν τούτοις τοίνυν τῇ μὲν ἀληθείᾳ φανερώς διαμάχεται, ἐαυτῷ δὲ ὅμως ἀκόλουθα λέγει. Ὡς γὰρ ἐν τοῖς ἄνω λόγοις τὸ ἀγέννητον ἐπὶ τοῦ Θεοῦ τῶν ὅλων τῆς οὐσίας αὐτοῦ διαφανεῖς εἶναι σημαντικόν, οὕτω καὶ ἐνταῦθα τὸ γέννημα τὴν οὐσίαν τοῦ Υἱοῦ σημαίνειν (35) λέγει· Ἐν γὰρ τῇ τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον ἀντιθέσει ἐναργῶς ἔχοντα τῷ Πατρὶ τὸν Μονογενῆ κατὰ τὴν οὐσίαν αὐτὴν ἐπιδεῖξ. Διὰ ταῦτα νομοθετεῖ ῥήματα ἔξω τῆς χρήσεως ὄντα τοῦ θείου Πνεύματος, γέννημα τὸν Υἱὸν ὀνομάζων. Ποθεν λαβῶν; ἐκ ποίας διδασκαλίας; τίνος προφήτου; τίνος τῶν ἀποστόλων ταύτην αὐτῷ τὴν προσωψυμίν ἐπιψηφισαντος; Ἐγὼ μὲν γὰρ οὐδαμοῦ τῆς Γραφῆς κειμένην οὕτω τὴν φωνὴν πατήν εὑρίσκω.