Ancient Greek
714.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 714.1
Unproofread scanNot analysed yet
τοῦτω τῶν γε τῷ θεῖῳ φόβῳ πεπαιδευμένον προσῆκει, ἀλλ' ἀγαπᾶν, τοὺς ἐν τῇ Γραφῇ κειμένους ὀνόμασιν ἐπιμένοντα, διὰ τούτων θεοπρεπῶς τὴν δοξολογίαν ἀποπληροῦν. Εἰ γὰρ οἱ ἐξ ἀρχῆς τὴν Ἑβραίων διάλεκτον εἰς τὴν Ἑλλάδα γλῶσσαν μεταβαλόντες τινῶν ὀνομάτων τῆς ἐρμηνείας οὐ κατετέτλησαν, ἀλλ' αὐτὴν τὴν Ἑβραϊκὴν φωνὴν (41) μετεκόμισαν· ὡς τὸ Σαβαώθ, καὶ τὸ Ἄδωναι, καὶ τὸ Ἐλωΐ, καὶ εἴ τι τοιοῦτον, οὐχ ἐπὶ τῶν θείων ὀνομάτων μόνον, ἀλλὰ καὶ ἐπὶ ἄλλων πλειόνων τὴν εὐλάλειαν ταύτην ἐπιδεικνύμενοι· πόσον τινὰ προσῆκεν ἡμᾶς περὶ τῶν τοῦ Κυρίου ὀνομάτων τὸν φόβον ἔχειν; Καίτοι πότε (42) ἂν ἐκεῖνοι [ἐκεῖνα] παρ' ἑαυτῶν τινας πλάσσαι τῶν ὀνομάτων ἠνέχοντο, οὔτε μηδέ τῆς ἐρμηνείας τινῶν καταβαρβάρησαντες, ὡς ἂν μὴ τὸ ἐναργὲς τῆς ἐμφάσεως B ταρεντ;