Ancient Greek
715.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 715.1
Unproofread scanNot analysed yet
A εἴρηται, ἐπὶ ζῴου κατηγορουμένου καὶ εἰς εἰκόνα πονηρίας παραληφθέντος ἔστιν ἰδεῖν. "Ὀφεῖς γάρ, φησίν, γεννήματα ἐχιδνῶν. Διὰ τοῦτο, οἶμαι, ἡ τε κοινὴ συνήθεια τὴν προσηγίαν ταύτην ἠτίμασε, καὶ ἡ θεία Γραφὴ παρατιμούμενη φαίνεται, καὶ μάλιστα ἐπὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ. Ἄλλὰ καὶ τὴν τέκνου (47) προσηγίαν, ὡς πολὺ τὸ ἀνθρώπινον ἔχουσαν, οὐ προσέτρετο. Δηλοῖ δὲ ὁ Ἀπόστολος, Υἱὸν μὲν ἄνω καὶ κάτω τὸν Κύριον ἀποκαλῶν, καὶ ἄλλαις ποικίλαις προσηγορίαις αὐτὸν ἀνυμνῶν, πρωτότοκον, καὶ εἰκόνα, καὶ ἀπαύγασμα· τὴν δὲ τοῦ γεννηματος προσηγίαν ἀποφυγών. Εἰ δὲ φησίν οὗτος, δεῖξάτω (48), ἢ ἄλλος τις τῶν προισταμένων τοῦ λόγου, καὶ πάντα αὐτοῖς δώσομεν ἀπαλείφει. Ἄλλ' οὐχ ἂν ἔχοι· εἰ μὴ ἄρα μιμούμενος τὸν ἀσεβῆ Μαρκίων, τὰ μὲν ἐξαιροῖ τῶν θείων λόγων (49), τὰ δὲ παρεγγράφοι. Οὕτω μὲν οὖν ἀλλοτρία τῆς τε κοινῆς συνήθειας καὶ τῆς τῶν Γραφῶν χρήσεως ἡ φωνὴ τοῦ γεννηματος ἀπελήχθη.