Ancient Greek
715.4
Basilius Theol., Adversus Eunomium (Libri 5) 715.4
Unproofread scanNot analysed yet
ΒΑΣ. Ἄει γὰρ ὡς ἀληθῶς τῶν δικαστῶν, οὕς ἀνέπλασας, ταυτί σου τὰ δόγματα. Ὡς γὰρ ἐν ὄνειρων ἀγορᾷ (51), ἢ ἐκχυλῆσι μεθυσόντων, καὶ οὐδενός οὔτε ἀκούοντος οὔτε συνιέντος τῶν λεγομένων, ἐπὶ πολλῆς τῆς ἀδείας νομοθετεῖς, ἀντὶ πάσης ἀποδείξεως ἐξαρκεῖν ἡγοῦμενος τὸ αὐτὸ εἰρηχέναι. Ἐπεὶ τίς οὐκ οἶδεν, ὅτι τῶν ὀνομάτων τὰ μὲν ἀπολελυμένως καὶ καθ' ἑαυτὰ προφερόμενα τῶν ὑποκειμένων αὐτοῖς πραγμάτων ἐστὶ σημαίντικα, τὰ δὲ πρὸς ἕτερα (52) λεγόμενα τὴν σχέσιν μόνην ἐμφαίνειν τὴν πρὸς ἃ λέγεται; Οἷον, ἄνθρωπος μὲν, καὶ ἵππος, καὶ βοῦς, αὐτὸ ἕκαστον τῶν ὀνομαζομένων παρίστησιν· υἱὸς δὲ, ἢ δοῦλος, ἢ φίλος, μόνης τῆς πρὸς τὸ συνεξευγμένον ὄνομα συναφείας ἐστὶ δηλωτικόν. Ὁ τοίνυν ἀκούσας γεννήματος οὐχ ἐπὶ τινὰ οὐσίαν τῇ διανοίᾳ φέρεται, ἀλλ' ὅτι ἑτέρῳ ἐστὶ συναπτόμενον ἐννοεῖ. Τὸ γὰρ γέννημα τινὸς λέγεται γέννημα. Ὁ μέντοι οὐχ ὑποστάσεως τινὸς ἔνοιαν ἐμποιεῖ (53,