Ancient Greek
717.4
Basilius Theol., Adversus Eunomium (Libri 5) 717.4
Unproofread scanNot analysed yet
BAS. “Επὶ τῶν αὐτῶν ἔχεται τεχνασμάτων. Περὶ τῆς οὐσίας ἡμῖν τοῦ Υἱοῦ διαλέγεται, ὡς δὴ τι ἕτερον λέγων παρ’ αὐτὴν τὸν Υἱόν (63), καὶ τοῦτω τῷ τρόπῳ προπρησθῆ τῇ βλασφημίᾳ τὴν ἀκοήν · οὐχ ἐκ τοῦ προφανοῦς λέγων ἐκ μὴ ὄντων γεγεννηθῆσαι τὸν Υἱόν, ἀλλὰ τὴν οὐσίαν αὐτοῦ γεγεννηθῆσαι (64) οὐχ οὖσαν. Πρὸ τίνος οὐχ οὖσαν; εἴπε. Θεωρεῖτε αὐτοῦ τὸ σόφισμα ; Αὐτὴν ἑαυτῇ συγχρίνει, ἵνα πᾶσι δὴ ἀνεκτὰ δόξῃ λέγειν, οὐχὶ πρὸ τῶν αἰώνων λέγων αὐτὴν μὴ εἶναι, οὐδὲ ἀπλῶς μὴ εἶναι, ἀλλὰ πρὸ τῆς ἰδίας συστάσεως. Τὴν δὲ τοῦ Πατρὸς οὐσίαν, εἴπέ μοι, πρεσβυτέραν εἶναι σὺ φῆς τῆς ἰδίας συστάσεως; Εἰ μὲν γὰρ οὐχ ὑποβάλλει χρόνοις τοῦ Υἱοῦ τὴν οὐσίαν, οὐδὲ τὸ πρότερον κατὰ τοῦτον τὸν λόγον ἐπιννοεῖ (65), μάταιος μὲν αὐτοῦ καὶ ἄργος ὁ λόγος, διόπερ οὐδὲ ἀποκρίσεως ἄξιος. Οὐχ ἥττον μέντοι καὶ ἐπὶ τοῦ θεοῦ τῶν ὅλων ὑπάρξει τοῖς βουλομένοις μετακομίζειν τὴν ματαιότητα. Τὸ τε γὰρ οὐχ εἶναι λέγειν τὸν θεὸν πρὸ τῆς ἰδίας συστάσεως, καὶ τὸ εἶναι λέγειν πρὸ ἑαυτοῦ (66), τῆς αὐτῆς ἐστὶν ὀφροσύνης. Εἰ δὲ χρονικῶς ἐπὶ τῆς οὐσίας τοῦ Υἱοῦ τὸ πρότερον δέγεται, καὶ ἐκ μὴ ὄντων φήσει τὴν οὐσίαν αὐτοῦ