Ancient Greek
720.3
Basilius Theol., Adversus Eunomium (Libri 5) 720.3
Unproofread scanNot analysed yet
ΒΑΣ. Τοῦτο μέγα προστίθησι τῷ Υἱῷ, τὸ πρεσβύτερον εἶναι τῆς κτίσεως, καὶ τῶν ποιημάτων αὐτὸν τῶν ἐαυτοῦ προῦπάρχειν, ἀρχοῦν εἰς δόξαν τῷ Δημιουργῷ τῶν ὅλων τιθέμενος τὸ κτισμάτων (83) αὐτὸν τῶν ἐαυτοῦ προτετάχθαι. Τῇς γὰρ πρὸς τὸν Θεὸν καὶ Πατέρα κοινωνίας τὸ εἰς αὐτὸν ἤκον ἀλλοτριώσας (84), ἐν τῇ τῶν κτισμάτων προτιμήσει τὴν δόξαν αὐτῷ μαρτυρεῖ. Εἶτα πρὸς τὸ ἀναίσχυντον τὴν βλασφημίαν ἀκρέρων ταῖς ἀφύκτοις ἡμᾶς, ὡς οἶσται, τῶν λογισμῶν ἀνάγκαις περιστοιχίζεται.