Ancient Greek
721.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 721.1
Unproofread scanNot analysed yet
A ὑπεράτατον (90) καὶ ἑτέρας ἀνεκβάτον. Οὔτε γὰρ ἀρχὴς ἐστὶ τὸ ἐπινοῆσαι πρεσβύτερον· οὐ γὰρ ἐπὶ ἀν εἰς ἀρχή, εἴπερ ἔχει τι ἑαυτὴς ἐξώτερον (91)· οὔτε τὸ Ἥν διαβάντας τῷ λογισμῷ, εἰς τὸ ὄτε (92) οὐκ ἤν δυνατὸν ὑπερχῦσαι. Ἀθέτησις γὰρ ἐστι τοῦ Ἥν, ἡ τοῦ ὅτε οὐκ ἤν ἐπίνοια. Εἰ μὲν γὰρ ἡ ἀρχὴ τῶν πρὸς ἕτερον λεγομένων ἦν, ὡς τὸ ἀρχὴ σοφίας, καὶ ἀρχὴ ὁδοῦ ἀγαθῆς, καὶ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεός, ἤν ἂν τυχόν, τοῦ ἐκ τοιαύτης ἀρχῆς ὑφεστῶτος, δι' ἐνθυμήσεως ὑπερβῆναι τὴν γέννησιν· ἐπειδὴ δὲ τὸ σημαινόμενον τοῦτο τῆς ἀρχῆς ἀπολλυμένον καὶ ἄχρετον τὴν ἀνωτάτω φύσιν δηλοῖ, πῶς οὐ καταγέλαστος ὁ τὰ ἐκτὸς ταύτης ἐπινῶν, ἢ ἐπιχειρῶν αὐτὴν τοῖς λογισμοῖς ὑπερβάλλειν ; Συμπαρεκτείνεται δὲ καὶ τὸ Ἥν τῷ ἀνυπερέλθεῖν τῆς ἀρχῆς ταύτης (93). Οὐ γὰρ τὴν ἀπὸ χρόνου ὑπαρξίν τὸ Ἥν ὑποφαίνει, ὡς τὸ, Ἄνθρωπος ἦν ἂν χώρᾳ τῇ Αὐσιτίδι (94)· καὶ, Ἥν ἄνθρωπος ἐξ Ἀρμαθὶμ· καὶ τὸ, Ἡ δὲ γῆ ἦν ἀόρατος· ἀλλ' αὐτὸς ἡμῖν ὁ εὐαγγελιστὴς ἐν ἑτέρῳ λόγῳ τοῦ τοιούτου Ἥν τὸ σημαινόμενον ἔδειξεν, εἰπών· Ὁ ὤν, καὶ ὁ ἦν, καὶ (95) ὁ παρονομάζων. Οἷον γὰρ τὸ ὤν, τοιούτον καὶ τὸ ἦν, ἀθόιον ὁμοίως καὶ ἀχρονον. Οὐκ ἂν δὲ λέγειν τὸν ἐν ἀρχῇ ὄντα, οὐκ ἐκ διασωζόντος ἐστὶ τὴν ἔνοιαν τῆς ἀρχῆς, οὔτε συνάπτοντος αὐτῇ τὴν ὑπαρξίν τοῦ Μονογενοῦς. Ἀνεπίνοτον μὲν γὰρ τῆς ἀρχῆς τὸ πρεσβύτερον, ἀχώριστον δὲ ταύτης τοῦ Θεοῦ λόγου τὸ εἶναι. Ὥστε ἐφ' ὅσον ἂν βουληθῇς ταῖς τοῦ νοῦ πολυπραγμοσύναις ἀναδραμεῖν, ὑπερβῆναι τὸ ἦν, καὶ ἐκτὸς τούτου γενέσθαι τοῖς λογισμοῖς οὐ δυνήση.