Ancient Greek
723.28 to 723.41
Basilius Theol., Adversus Eunomium (Libri 5) 723.28-41
Unproofread scanNot analysed yet
Τὰ γὰρ ὑπὲρ τὸν Υἱὸν οὐ νοεῖται. Ἐπειδὴ ὅ τι περ ὀφθαλμῷ τῷ αἰσθητῷ ἐστι φῶς, τοῦτο ψυχῇ ὁ Θεὸς ἐστι Λόγος. Ἦν γὰρ, φησί, τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἔρχομενον εἰς τὸν κόσμον. Ὡστε ἀφωτίστου ψυχῆ ἀδύνατός ἐστι πρὸς νόησιν. Πῶς ἄν οὖν τὰ ὑπεράνω τῆς γενέσεως τοῦ φωτὸς καταληφθεῖν; Χρὴν δέ, οἴμαι, τοὺς καὶ μικρὸν γοῦν τῆς ἀληθείας πεφροντικότας, ἀφειμένους τῶν σωματικῶν ὁμοιώσεων, καὶ τοὺς καὶς ὑλικαῖς φαντασίαις τὰς περὶ Θεοῦ ἐννοίας καταρβυτᾶν, τοὺς παρὰ τοῦ ἁγίου Πνεύματος παραδοθεῖσας ἡμῖν θεολογίας ἀκολουθεῖν, καὶ ἀντὶ τῶν ἐρωτημάτων τούτων, ἃ τῶν γρίφων (12) οὐδὲν ἀπολείπεται, τὴν ἐφ' ἑκάτερα ὑπόληψιν ἐπικίνδυνον ἔχοντων, νοεῖν μὲν ἀξίαν τοῦ Θεοῦ γέννησιν ἀπαθῆ, ἀμέριστον, ἀδιαίρετον (13), ἀχρονον, κατὰ τὴν ἀπολάμπουσαν τοῦ φωτὸς