Ancient Greek
730.1 to 730.38
Basilius Theol., Adversus Eunomium (Libri 5) 730.1-38
Unproofread scanNot analysed yet
ἀντί τοῦ, Ἐκτίσεν, ἐνδεδώχασιν. Ὃπερ μέγιστον αὐτοῖς ἐμπόδιον ἔσται πρὸς τὴν βλασφημίαν τοῦ κτίσματος. Ὁ γὰρ εἰπών, Ἐκτεσάμην ἄνθρωπον διὰ τοῦ θεοῦ, οὐχὶ κτίσας τὸν Καὶν, ἀλλὰ γεννήσας, ταύτῃ φαίνεται χρησάμενος τῇ φωνῇ. 21. Ἀλλ᾽ ἐπὶ τὸ ἐξ ἀρχῆς ἐπανιψόμεν. EYN. Διὰ τοῦτο, φησί, Μονογενῆς, ἐπειδὴ, παρὰ μόνου γεννηθεὶς καὶ κτισθεὶς, τελειότατος γέγονεν ὑπουργός. ΒΑΣ. Εἰ τοίνυν μὴ παρὰ τὸ μόνος γεγεννηθαι, ἀλλὰ διὰ τὸ παρὰ μόνου Μονογενὴς εἴρηται, ταυτὸν δὲ (51) ἐστι κατὰ σὲ τὸ ἐκτισθαι τῷ γεγεννηθαι· τί οὐχὶ καὶ μονοκτίστον αὐτὸν ὀνομάζεις, ᾧ πάντα σύ βαδίως καὶ διανοοῦμενος καὶ ἐξεφῆς; Μονογενὴς δὲ, ὡς ἔοικεν, ἀνθρώπων οὐδεὶς, κατὰ γε τὸν ἡμέτερον λόγον διὰ τὸ ἐκ συνδυασμοῦ πᾶσιν ὑπάρχειν τὴν γέννησιν. Οὐδὲ ἡ Σάρρα μήτηρ μονογενοῦς ἦν παιδός, διότι οὐχὶ μόνη αὐτὸν, ἀλλὰ μετὰ τοῦ Ἀβραὰμ ἐτεκνώσατο. Καὶ ἐὰν γε κρατῇ τὰ ὑμέτερα, ἀνάγκη ὅλον τὸν βίον μεταμαθεῖν (52), μὴ μονώσεως ἀδελφῶν, ἀλλ᾽ ἐρημίας τῶν συντικτόντων δηλωτικόν εἶναι τοῦνομα. Ἦδη δὲ καὶ ἡ κτίσις παρὰ τὴν αἰτίαν τοῦ θεοῦ Λόγου πρὸς τὴν ἀξίαν ἧλτάτωται, παρὰ τοσοῦτον τοῦ καὶ αὐτὴ μονογενὴς εἶναι διαμαρτοῦσα, παρ᾽ ὅσον ὁ Υἱὸς τῆς δημιουργίας τῷ Πατρὶ συνεφῆφάτο · καὶ- τοῦτο οὐδὲ τοῦτο παρ᾽ αὐτῶν (53) συμφυρεῖται. Ἵπουργὸν γὰρ τελειότατον αὐτὸν ὀνομάζους. Πῶς οὖν οὐχὶ παρὰ μόνου καὶ ἡ κτίσις γέγονε; καθ᾽ ὑμᾶς, οἷον τι ὄργανον ἀψυχὸν τὸν θεὸν Λόγον τῷ Πατρὶ προστίθεσθαι, εἰ μὴ καὶ τὸν ναυπηγὸν ἀφαιρήσεσθαι εἰς μόνον πειποιχέναι τὴν ναῦν, ὅτι δὴ ὄργάνοις πρὸς τὴν κατασκευὴν συνεχρήσατο; Ἄστε μονογενὴς καὶ ἡ κτίσις, καὶ τὰ μέρη ταύτης (54)· οὐ μόνον αἱ ἀόρατοι δυνάμεις, ἀλλὰ καὶ τὰ αἰσθητὰ σώματα, καὶ τούτων τὰ εὐτελέστατα, σκίνιπες, καὶ ἀκρίδες, καὶ βάρχαχοι. Αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν (55). Τίνος γὰρ ἂν καὶ ὑπουργίας δεῖτο ὁ θελήματι μόνω (56) δημιουργῶν, ὁμοῦ τῇ βουλῇσει συνυφίστα- μένης τῆς κτίσεως; Ἄλλὰ τί; πῶς (57) καὶ καθ᾽ ἡμᾶς διὰ τοῦ Υἱοῦ τὰ πάντα; Ὅτι τὸ θεῖον βούλημα, οἷον