Ancient Greek
732.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 732.1
Unproofread scanNot analysed yet
γεννησαντα, καὶ Υἱὸν μὴ γεννηθέντα χρῆσθων. Ἄλλα ταῦτα λέγω (67), φησί, τὴν τοῦ πάθους ἐννοίαν τὴν ἐκ τῆς τοῦ Πατρὸς φωνῆς ἐγγυομένην ἐκκλίνων. Ἐχρὴν δὲ δήπου τὸν γε εὐσεβῆν ἔγνωκότα, τὸ ἀπεμφαῖνον τῆς ἐν τοῖς ῥήμασι τοῦτοὺς διανοίας, εἰ τι ἄρα καὶ ἐνυπῆρχε, παρασιώσασενον, μὴ πᾶσαν ἀθρόους τὴν φωνὴν ἀθετεῖν, μηδὲ τῇ προφάσει τοῦ ἀπρεποῦς καὶ τὸ δσον ἀπ’ αὐτῆς χρησιμον συνεκβάλλειν· ἀλλ’ ἀπὸ μὲν τῶν ταπεινῶν καὶ σαρκικῶν νοημάτων ἐν τοῖς περὶ Θεοῦ δόγμασι καθαρεῖν, γέννησιν δὲ τῇ ἀγνώσῃ καὶ τῇ ἀπολείξ τοῦ Θεοῦ πρέπουσαν ἐννοεῖν· τὸν μὲν τρόπον, καθ’ ὃν ἐγέννησεν ὁ Θεός, ὡς ἀρρήτον καὶ ἀπευνῶτον ἀφέντα, πρὸς δὲ τὴν κατ’ οὐσίαν ὁμοιότητα ἐκ τῆς τοῦ γεννᾶν προσῳγορίας ὀδηγοῦμενον. Καίτοιγε φανερόν ποιοῦμεν, ὅτι οὐ σωματικῶν παθῶν κυρίως καὶ πρώτως ἐννοίαν ἐμποιεῖν ταυτ’ ἐπέφυκε τὰ ὀνόματα, ὁ πατήρ, λέγω, καὶ ὁ υἱός· ἀλλὰ καθ’ αὐτὰ μὲν λεγόμενα, τὴν πρὸς ἀλλήλα σχέσιν ἐνδείκνυται (68) μόνην. Πατήρ μὲν γάρ ἐστιν ὁ ἐξέρου τοῦ εἶναι κατὰ τὴν ὁμοίαν ἑαυτῷ φύσιν τὴν ἀρχὴν παρασχὼν ἑσχὼς.