Ancient Greek
743.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 743.1
Unproofread scanNot analysed yet
Α τοιγε οἱ τῆς φύσεως νόμοι οὐχὶ διάστασιν ἀπ’ ἀλλήλων γίγν. πρὸς Πατέρα, ἀλλ’ ἀναγκαίαν καὶ ἀδρήκτον τὴν κοινωνίαν ποιοῦσιν (48). Εἰ μὲν γὰρ βούλεται λέγειν τὸ πρὸς ἑαυτὸν ἀκοινωνήτον κατεσκευάσθαι τὸν Θεὸν τῶν ὅλων, οὐδ’ οὕτω μὲν ἂν ὁ τῆς ἀγαθότητος τοῦ Θεοῦ συνεχεῖς λόγος πιθανὸν εἶναι τὸν λέγοντα ἀκοινωνήτον εἶναι τὸν Πατέρα τῶν αὐτῷ παρόντων πρὸς τὸν ἐξ αὐτοῦ· εἴγε δ’ ἂν ὅμως ἀκολουθίαν τὰ εἰρημένα. Νόμῳ δὲ φύσεως λέγειν ὑπάρχειν τὴν ἀλλοτριωσιν, οὐδὲ τὴν ἐν τοῖς αἰσθητοῖς ἐστι φύσιν ἐπεσκεμμένου· καθ’ ἣν οὐχὶ τὰ ἀλλότρια, οὐδὲ τὰ ἐναντία, τὰ οἰκεῖα δὲ μᾶλλον καὶ τὰ προσηκόντα ἀπογεννᾶσθαι πέφυκεν ὑπ’ ἑκάστου.