Ancient Greek
744.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 744.1
Unproofread scanNot analysed yet
τῷ ἰδίῳ ἀξιώματι νοεῖν αὐτοὺς τὴν ἐνέργειαν. ΒΑΣ. Τοῦτο εἴρηται μὲν ἐκεῖνω (50) εἰς ἀποδείξιν τῆς ἀλλοτριώσεως τοῦ Μονογενοῦς πρὸς τὸν Πατέρα· συνίστησι δὲ τὸν ἡμέτερον λόγον. Εἰ γὰρ ἀκόλουθον καὶ προσήκουσαν τῷ ἰδίῳ ἀξιώματι παρέχει νοεῖν καὶ τὴν ἐνέργειαν ἡ τοῦ Θεοῦ οὐσία, ἀξίωμα μὲν ἐστὶν ἡ ἀγεννησία, ὡς Εὐνομίῃ δοκεῖ· τὸ δὲ αὐτὸ (51) καὶ οὐσία κατὰ τὸν τούτων λόγον, ἐνέργεια δὲ τοῦ Θεοῦ ὁ Μονογενής, ἡ ἐνεργείας εἰκών. Καὶ τοῦτο κατὰ τὸν τούτων λόγον· ὥστε τούτους ἀντιλέγειν παρόλκον ἂν εἴη, οὐδὲν ἔχουσι (52). Ἡ πολλοὺς ἂν τιμησαίμεν ἀρνεῖσθαι αὐτοὺς βλασφημίαν ταύτην· πλὴν, ἐπειδήπερ εἴρηκασιν, ἑς αὐτῶν τῶν τούτους εἰρημένων συλλογιζόμεθα, ὅτι εἰς ἀξίωμα μὲν τοῦ Θεοῦ ἡ ἀγεννησία (53), τὸ δὲ αὐτὸ καὶ οὐσία, ἀκόλουθός δὲ καὶ προσήκουσα τῷ ἀξιώματι τοῦ Θεοῦ ἡ ἐνέργεια, αὕτη δὲ ἐστὶν ὁ Χριστὸς κατὰ τὴν τούτων ὑπόληψιν, οἰκεῖός ἄρα καὶ προσήκων τῇ οὐσίᾳ ἔσται τοῦ Θεοῦ. Καὶ τούτων οὐδὲν ἐστὶν ἡμέτερον. Αὐτὰ γὰρ τὰ τούτων συνθέντες ῥήματα, ἐπ’ αὐτῶν τὴν δεῖξιν ποιούμεθα. Τῇ οὐσίᾳ, φησὶ τοῦ Θεοῦ ἀκολουθεῖ τὸ ἀξίωμα· τῷ ἀξιώματι ἀναλογοῦσά ἐστιν ἡ ἐνέργεια· τῆς ἐνεργείας εἰκών ὁ Μονογενής· καὶ ἀνάπαλιν, εἰ τῆς μὲν (54) ἐνεργείας ὁ Μονογενὴς εἰκών, ἡ δὲ ἐνέργεια τοῦ ἀξιώματος, τὸ δὲ ἀξίωμα τῆς οὐσίας, ὁ Μονογενὴς ἔσται τῆς οὐσίας εἰκών. Οὕτω καὶ αὐτοὶ πολλάκις· οἱ ἑργάται τοῦ ψεύδους, ὑπὸ τῆς ἐνεργείας ἀγχώνουσι, μαρτυροῦσι τῇ ἀληθείᾳ καὶ μὴ βουλομένοι. Ἐπεὶ καὶ οἱ δαίμονες οὐχὶ εὐαγγελιστῶν ἐποίουν ἔργον, ἀλλ’ ἀντιλέπειν μὴ δυνάμενοι τῇ τῆς ἀληθείας φωτί, ἔδωκαν· Οἴδαμέν σε τις εἶ, ὁ ἅγιος τοῦ Θεοῦ.