Ancient Greek
746.3
Basilius Theol., Adversus Eunomium (Libri 5) 746.3
Unproofread scanNot analysed yet
ΒΑΣ. Ἄλλος οὖτος τρόπος τῆς ἀσεβείας (63)· διπλὰ βλασφημεῖν ἐν ἑνὶ ῥήματι, καὶ τὴν τοῦ ἁγίου Πνεύματος ἐξουδεύσασιν ὡς ὁμολογουμένην λαβόντα, ἐντεῦθεν ὁρμᾶσαι πρὸς τὴν ἀπόδειξιν τῆς τοῦ Μονογενοῦς ἐλαττώσεως. Καὶ, ὡς δοκεῖν, Οἱ μὲν σύμφυλοι σκηπτούται δόξαν Θεοῦ· τὸ δὲ Πνεῦμα τὸ ἅγιον τὴν τῆς δόξης ἐλάττωσιν τοῦ Μονογενοῦς ἀναγγέλλει. Καὶ ὁ μὲν Κύριος περὶ τοῦ Παρακλήτου λέγων, Ἐκεῖνος ἐμὲ δοξάσει, φησίν· ἡ δὲ κατάγραφος γλῶττα ἐμπόδιον ἐναι τῷ Υἱῷ τῆς πρὸς τὸν Πατέρα συγχρίσεως ἀποφαίνεται. Ἐπειδή γὰρ τοῦ Πνεύματος, φησί, ποιητὴς ὁ Υἱός (ὅπως δὲ ἡμῖν, Κύριε, ἐπὶ τοῖς (64) λαλουμένοις ἐτης), τοῦτο δὲ τοιούτῳ ἐστιν, ὡς μηδεμίαν σεμνότητα τῷ δημιουργησαμένι προστιθέναι, διὰ τοῦτο οὐδὲ συγχρίνεσθαι τῷ Πατρὶ ἀξιος, ἐκ τῆς ὧν ἐποίησεν εὐτελείας τὸ ὁμότιμον τῆς ἀξίας ἀφηρημένος