Ancient Greek
752.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 752.2
Unproofread scanNot analysed yet
4. Καὶ τὰ μὲν ὀνόματα τοιαῦτα τοῦ μεγαλείου τῆς φύσεως ἐνδεικτικά· αἱ δὲ ἐνέργειαι τοῦ ἁγίου Πνεύματος (1) οἷαι; Τῷ λόγῳ τοῦ Κυρίου, φησίν, οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Ὡς τοίνυν ὁ Θεὸς Λόγος δημιουργὲς ἐστι τῶν οὐρανῶν, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὸ στερεὸν καὶ πάγιον τῆς ἀρετῆς (2) παρέχεται ταῖς οὐρανίαις δυνάμεσι. Καὶ πάλιν ὁ Ἰώβ· Πνεῦμα Κυρίου τὸ ποιήσάν με· οὐχ ἐπὶ τῆς δημιουργίας, ὡς οἶμαι, ἀλλ' ἐπὶ τῆς κατὰ τὴν ἀνθρωπείαν ἀρετὴν τελειώσεως λέγων. Ὁ δὲ Ἡσαΐας ἐκ προσώπου Κυρίου διαλεγόμενος, κατὰ τὸ ἀνθρώπινον αὐτοῦ δληνοῦτι, Κύριος ἀπέσταλκέ με, φησί, καὶ τὸ Πνεῦμα αὐτοῦ. Καὶ πάλιν ὁ ψαλμὸς, δι' ὧν κεχωρηκέναι δύναμιν τοῦ Πνεύματος παριστᾷς, Ποῦ πορευθῶ, φησί, καὶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Αἱ δὲ εἰς ἡμᾶς ἀπ' αὐτοῦ φθάνουσαι εὐεργεσίαι ὁποῖαι τινὲς εἰσι καὶ ἡλικά; Ὡστερ αὐτὸς ὁ Κύριος