Ancient Greek
756.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 756.1
Unproofread scanNot analysed yet
τοῦ ἑτέρου. Ἡμεῖς δὲ τὸν προφητικὸν λόγον οὐκ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ’ εἰς τὴν κοινὴν ταύτην πνοήν, τὸ τοῦ ἀέρος πνεῦμα, πεπείσμεθα φέρειν. Δῆλον δὲ ἐκείθεν. Οὐ γὰρ εἶπεν, Ὁ κτῖσας πνεῦμα, ἀλλ’ Ὁ κτιζῶν πνεῦμα. Ἡς γὰρ ἡ βροντὴ οὐκ ἐν ὑποστάσει τινὶ ἐστὶ σωματικῇ ἀπαξ κτισθεῖσα, ἀλλ’ ἀεὶ πρὸς τὸ τοῦ Θεοῦ βούλημα ἐπὶ φόβῳ τῶν ἀνθρώπων ἐνεργουμένη γίνεται· καὶ διαλύεσθαι πέφυκεν, οὕτω καὶ τὸ πνεῦμα (26)· νῦν μὲν γίνεται δίχη ποταμοῦ μένοντος τοῦ ἀέρος· πάλιν δὲ παύεται ἀπρεμόντος τοῦ πρότερον κινουμένου, κατὰ τὸ βούλημα τοῦ τὰ πάντα ἐπὶ σωτηρίᾳ καὶ συστάσει τῶν ὅλων οἰκονομοῦντος· ὥστε διὰ πάσης τῆς κτίσεως, ἐκ τε βροντῶν καὶ ἀνέμων καὶ τῆς λοιπῆς δημιουργίας τὸν δημιουργὸν ἀναγγέλλεσθαι. Διόπερ μετὰ τὸ εἰπεῖν Ὁ στερεὸν βροντὴν, καὶ κτιζῶν πνεῦμα, φησίν· Καὶ ἀπαγγέλλων τοῖς ἀνθρώποις τὸν Χριστὸν αὐτοῦ. Ἡς γὰρ οἱ οὐρανοὶ διηγούνται δόξαν Θεοῦ τοῖς δυναμένοις ἐξ αὐτῶν τὴν τοῦ δημιουργοῦ τέχνην ἀναλογίζεσθαι, οὕτω καὶ βροντῆς ἤχοι, καὶ πνευμάτων κινήσεις, τὸν δημιουργὸν αὐτῶν ἀνακηρύττουσι. Τάχα δ’ ἂν τοῦτο καὶ προφητεία εἴη, πρὸς τὴν ἐνανθρώπησιν τοῦ Κυρίου φέρουσα· ὅτε ἡ μὲν φωνή, ἡ γενομένη (27) ἐξ οὐρανοῦ, βροντὴν ἐδόκει τοῖς ἀκούουσι εἶναι, ἣντινα ἀφήκεν ὁ Θεὸς καὶ Πατήρ, ὥστε δι’ αὐτῆς ἀναγγεῖλαι τὸν Χριστὸν τοῖς ἀνθρώποις· τὰ δὲ πνεύματα τὰ κινούμενα, καὶ τὴν θάλασσαν συνταράσσοντα, εἶτα κοπάσαντα τῷ προστάγματι τοῦ Κυρίου, σαφῶς καὶ αὐτὰ ἀνήγγειλε τοῖς ἀνθρώποις τὸν Χριστὸν αὐτοῦ. Τὸ δὲ, Πάντα δι’ αὐτοῦ ἐγένετο, οὐδαμῶς ἡμῖν κτιστὸν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον παρίστησιν, ὡς συναριθμουμένου τοῖς πᾶσι τοῦ Πνεύματος. Εἰ γὰρ ἐν Πνεῦμα ἅγιον καὶ μόνον, πῶς ὁ τῆς μοναδικῆς ἐστὶ φύσεως, τοῖς πᾶσι συμπαραλαμβάνεσθαι δύναται; Καὶ μηδεὶς οἴεσθω ἀθέτησιν εἶναι τῆς ὑποστάσεως τὴν ἀρχὴν τοῦ κτίσμα εἶναι τὸ Πνεῦμα. Εὐσεβοῦς γὰρ ἐστὶ διανοίας τὰ ἀποσιωπηθέντα ἐν ταῖς ἁγίαις Γραφαῖς εὐλαβεῖσθαι· ἐπιτηδεύειν τῷ ἁγίῳ Πνεύματι, πεισεῖσθαι δὲ τὴν ἐμπειρίαν αὐτοῦ καὶ ἀκριβῆ κατάληψιν εἰς τὸν ὑστέρον ἡμῖν ἀποκείσθαι αἰῶνα, ὅταν, διαδόντες τὸ δι’ ἐσόπτρου καὶ αἰνίγματος ὄψιν τὴν ἀλήθειαν, τῆς πρὸς πρόσωπον θεωρίας ἀξίωθῶμεν (28).