Ancient Greek
761.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 761.2
Unproofread scanNot analysed yet
B Ἐροῦμεν οὖν· Εἰ τὸ παυόμενον ἀνάγκη καὶ ἀρχὴν ἔχειν, καὶ τὸ ἀρχὴν ἔχον ἀνάγκη καὶ παύεσθαι· ἄγγελοι οὖν καὶ πάντα τὰ ἀσώματα ἀρχὴν τοῦ εἶναι ἔχοντα, ἀνάγκη καὶ τέλος τοῦ εἶναι ἔξει (56). Ἄλλ’ ἄτοπον. Δυνατὸν οὖν, καὶ ἀρξάμενον τοῦ εἶναι, μὴ παυεσθαι, καὶ παυσάμενον, μὴ ἄρξαι. Εἰ δὴ μή, καὶ αὐτὸς ὁ Υἱὸς εἰ ἀρχὴν τοῦ εἶναι ἔχει (57), καὶ τέλος κατ’ αὐτοὺς ἐξ ἀνάγκης ἔχει· ἐπειδὴ πᾶν τὸ ἀρχὴν ἔχον καὶ τέλος ἔχειν βούλονται. Καὶ πῶς οὐ βλάσφημον; Καὶ ἡ πρόγνωσις δὲ τοῦ Θεοῦ, ἀρχὴν οὐκ ἔχουσα, μετὰ τὸ γενέσθαι περὶ ὧν προεῴδη (58), τέλος ἔχει. Ὥστε οὐ τὸ τέλος ἔχον ἀνάγκη καὶ ἀρχὴν ἔχειν. Τὸ δὲ ἐπὶ τῶν ἀσωμάτων, ἢ ἐνέργεια, ἢ βουλήσει, ἢ οὐσία λέγεται. Ὁ Σωτὴρ οὖν εἰπών· Ἐγὼ καὶ (59) Πατὴρ ἐν ἐσμεν, καθ’ ἕν τι τῶν προγεγραμμένων εἴρηκεν. Οὐκοῦν εἰ μὲν κατ’ ἐνέργειαν λέγοσιν, ἀνάγκη καὶ κατ’ οὐσίαν λέγειν· τῶν γὰρ ἑτερωσίων οὐκ ἂν εἴη ἡ ἐνέργεια ὁμοία· εἰ δὲ κατὰ βουλήσιν ἕν, οὐχ ὅσα ὁ Πατὴρ βούλεται μόνον, ἀνάγκη καὶ τὸν Υἱὸν βούλεσθαι, ἀλλ’ ὅσα καὶ ὁ Υἱὸς βούλεται, ἀνάγκη καὶ τὸν Πατέρα βούλεσθαι. Ἐπιτάξει οὖν καὶ ὁ Υἱὸς τῷ Πατρὶ περὶ ὧν βούλεται, εἰ γε καὶ ἐπιτάττεται. Εἰ δὲ ἐπιτάττεται μόνον, ἀναγκαζόμενος καὶ οὐχὶ (60) βουλόμενος ὑπηρετεῖ. Εἰ δὲ οὔτε ἐνεργεῖς οὔτε βουλήσει, λείπεται κατ’ αὐτοὺς ἐν κατ’ οὐσίαν εἶναι, τοῦτέστιν ὁμοούσιον Πατέρα καὶ Υἱόν.