Ancient Greek
769.5
Basilius Theol., Adversus Eunomium (Libri 5) 769.5
Unproofread scanNot analysed yet
Eἰς τὸ αὐτό. Εἰ τὴν γνῶσιν πάντων ὧν ὁ Πατὴρ ἔχει (24), ὁ Υἱὸς οὐχ ἔχει, ἐψεύσατο εἰπών · Πάντα ὅσα ἔχει ὁ Πατήρ, ἐμὰ ἐστι · καὶ, Καθὼς ὁ Πατὴρ γινώσκει με, καγὼ γινώσκω αὐτόν. Εἰ δὲ ἕτερον τὸ τὸν Πατέρα (25) εἰδέναι, καὶ ἕτερον τὰ τοῦ Πατρὸς · μεῖζον δὲ τὸ εἰδέναι τὸν Πατέρα τοῦ τὰ αὐτοῦ εἰδέναι (καθόσον ἕκαστος αὐτὸς τῶν ἑαυτοῦ μεῖζων) · τὸ μεῖζον ὁ Υἱὸς εἰδώς (Οὐδεὶς γὰρ, φησίν, οἶδεν τὸν Πατέρα εἰ μὴ ὁ Υἱός), τὸ ἔλαττον οὐχ ἤδει, ὅπερ ἀδύνατον. Διὰ τὸ μὴ συμφέρειν οὖν τοῖς ἀνθρώποις ἀκοῦσαι, τὸν καιρὸν τῆς κρίσεως ἀπεσιώπησεν. Ἡ μὲν γὰρ ἀεὶ προσδοκία θερμωτέρους περὶ τὴν εὐσέβειαν ἀπεργάζεται · ἡ δὲ τοῦ πολὺν τὸν μεταξὺ χρόνον ἔσεσθαι γνώσις ἠλγωρότερους ἂν περὶ τὴν εὐσέβειαν ἐποίησεν, ἐλπίδι τοῦ καὶ ὕστερον μεταβαλλομένους δυνηθῆναι σωθῆναι. Ἐπεὶ πῶς ὁ πάντα μέχρι τῆς ὥρας ἐκείνης εἰδώς (εἶπε γοῦν αὐτά) οὐχὶ κἀκείνην τὴν ὥραν ἤδει; Μάτην δὲ καὶ ὁ Ἀπόστολος ἔλεγεν · Ἐν ᾧ εἰσὶ πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι.