Ancient Greek
770.3
Basilius Theol., Adversus Eunomium (Libri 5) 770.3
Unproofread scanNot analysed yet
Εἰ ἀληθῶς ὁ Υἱὸς ἔλεγε, Πάτερ (28), εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο, οὐ δειλίαν ἑαυτοῦ καὶ ἀσθένειαν κατηγορεῖ μόνον, ἀλλὰ εἶναι τι καὶ ἀδύνατον τῷ Πατρὶ ἐνέμιζεν (29). Τὸ γάρ, Εἰ δυνατόν, ἀμφιβάλλοντος ἦν, καὶ οὐ πεπεισμένου (30) δύνασθαι τὸν Πατέρα σῶσαι αὐτόν. Πῶς δὲ καὶ ὁ νεκροὺς τὸ ζῆν χαριζόμενος οὐ πολλῷ μᾶλλον τοῖς ζῶσι τὸ ζῆν φυλάττειν ἔδύνατο; Διὰ τί οὖν ὁ Λάζαρον καὶ πολλοὺς νεκροὺς ἀναστήσας οὐχ ἑαυτῷ παρέχει (31) τὸ ζῆν, ἀλλὰ παρὰ τοῦ Πατρός; ἦτοι τὸ ζῆν, φοβούμενος εἰπών· Πάτερ, εἰ δυνατόν, παρ- B ελθέτω τὸ ποτήριον τοῦτο; Καὶ εἰ ἄκων δὲ ἀπἔθνησken, οὐκέτι ταπεινῶσας ἑαυτόν, ὑπήκοος μέχρι θανάτου ἐγένετο τῷ Πατρὶ, οὐδὰ δέδωκεν ἑαυτόν, ὡς φησιν ὁ Ἀπόστολος· Τοῦ δόντος ἑαυτὸν λύτρον ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· εἰ δὲ ἄκων, τίς χρεία τοῦ, Πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο; Ἐπὶ τῶν οὖν εἰς αὐτὸν ἁμαρτανόντων μελλόντων, ἵνα μὴ ἁμαρτῶσι, καὶ οὐχ ἐπ' αὐτοῦ τοῦτο δεκτέον· ὑπὲρ ὧν καὶ σταυρωθεὶς ἔλεγεν· Πάτερ, ἄφες αὐτοῖς, οὐκ οἴδα (32) οἷδας· τί ποιοῦσιν. Οὐ δεῖ οὖν τὰ κατ' ὀλιγωρίαν ὡς ἀπλῶς εἰρημένα ἐκδέχεσθαι.