Ancient Greek
770.6
Basilius Theol., Adversus Eunomium (Libri 5) 770.6
Unproofread scanNot analysed yet
Εἰς τὸ, «Οὐδὲ ὁ Υἱὸς ἀφ' ἑαυτοῦ τι ποιεῖ (33). »Εἰ τὸ αὐτεξούσιον τοῦ ὑπεξουσίου βελτίων, ὁ δὲ ἄνθρωπος αὐτεξούσιος, ὁ δὲ Υἱὸς τοῦ Θεοῦ ὑπεξούσιος, ὁ ἄνθρωπος τοῦ Υἱοῦ βελτίων· ὅπερ ἄτοπον. Καὶ εἰ ὁ ὑπεξούσιος δὲ αὐτεξουσίους ποιεῖν οὐ δύναται (ὁ γὰρ αὐτὸς οὐχ ἔχει, ἄλλοις ἐκ προαιρέσεως διδόναι οὐ δύναται), ὁ Σωτὴρ, αὐτεξουσίους ποιήσας ἡμᾶς, οὐχ ἂν ὑπεξούσιος εἴη τινί.