Ancient Greek
778.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 778.2
Unproofread scanNot analysed yet
"Ὅτι δημιουργὸν τὸ Πνεῦμα. Οἱ οὐρανοὶ δηλοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα· καὶ ἐν ἑτέρῳ· Καὶ ἔργα τῶν χειρῶν σου εἰσιν οἱ οὐρανοί. Καὶ τίνες ἄν εἴεν Θεοῦ ἀσώματο ἀσώματοι χεῖρες, αἱ τὸ στερέωμα καὶ τοὺς οὐρανοὺς δημιουργήσασαι, αὐτὸς ὁ Προφήτης ἐρμηνεύει λέγων· Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι πνοῆς αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν. Ἄλλ' ὡσπερ οὐ προφορικὸς λόγος ἐν τῷ Θεῷ, ἀλλὰ ζῶν καὶ ὑπεστηκὼς, καὶ τῶν ὅλων δραστήριος· οὕτως ἐν τῷ Θεῷ οὐ πνεῦμα διαχεόμενον, οὐ διαλυόμενος ἀήρ, ἀλλὰ δύναμις ἀγιαστικὴ, ἐνούσιος, ἐνύπαρκτος, ἐνὑπόστατος. Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἐπλασάν με (87). Καὶ τοῦτο δὲ ὅθεν τὴν αὐτὴν ἔχει τῷ προρρήθεντι διάνοιαν. Πνεῦμα γὰρ Θεοῦ, φησὶν ὁ C Ἰωβ, τὸ ποιήσάν με. Καὶ τὴν ἄλλην χεῖρα σαφηνίζων Σολομὼν φησι· Θεὲ πατέρων καὶ Κύριε τοῦ ἐλέους σου, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευίσας τὸν ἄνθρωπον. Χριστὸς δὲ Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία, ἥτις ἐστὶ χεὶρ δημιουργικὴ κατὰ τὸν τῆς τροπολογίας λόγον. Οὐ μὴν ἀλλὰ καὶ Πνεύματος ἔργασίαν τὴν ὅλην ἡμῶν ἀνθέτο φύσιν, καὶ ἀνακαινωτικὸν αὐτὸ τῆς δημιουργίας εἰς ἀφθαρσίαν φησὶν ὁ λόγος· Ἄνταρελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσιν, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν· ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Οὐ δήπου δὲ αὐτὸς ἑαυτὸν (88) ἀπο-